Textus Originalis
I 90. 91. 153
μνᾶς εἴκοσι, κατὰ δὲ τὴν ἐσχάτην παντελῶς ὀλίγον τι δαπάνημα γίνεσϑαι λέγουσιν. οἱ μὲν οὖν τὰ σώματα ϑεραπεύοντές εἰσι τεχνῖται, τὴν ἐπιστήμην ταύτην ἐκ γένους παρειληφότες: οὗτοι δὲ γραφὴν ἑκάστου τῶν εἰς τὰς ταφὰς δαπανωμένων τοῖς οἰκείοις τῶν τελευτησάντων προσενέγκαντες ἐπερωτῶσι τίνα τρόπον βούλονται τὴν ϑεραπείαν γενέσϑαι τοῦ σώματος. διομολογησάμενοι δὲ περὶ πάντων καὶ τὸν νεκρὸν παραλαβόντες, τοῖς τεταγμένοις ἐπὶ τὴν κατειϑισμένην ἐπιμέλειαν τὸ σῶμα παραδιδόασι. καὶ πρῶτος μὲν ὁ γραμματεὺς λεγόμενος τεϑέντος χαμαὶ τοῦ σώματος ἐπὶ τὴν λαγόνα περιγράφει τὴν εὐώνυμον ὅσον δεῖ διατεμεῖν: ἔπειτα δ᾽ ὁ λεγόμενος παρασχίστης λίϑον ἔχων Αἰϑιοπικὸν καὶ διατεμὼν ὡς ὁ νόμος κελεύει τὴν σάρκα, παραχρῆμα φεύγει δρόμῳ, διωκόντων τῶν συμπαρόντων καὶ λίϑοις βαλλόντων, ἔτι δὲ καταρωμένων καὶ καϑαπερεὶ τὸ μύσος εἰς ἐκεῖνον τρεπόντων: ὑπολαμβάνουσι γὰρ μισητὸν εἶναι πάντα τὸν ὁμοφύλῳ σώματι βίαν προσφέροντα καὶ τραύματα ποιοῦντα καὶ καϑόλου τι κακὸν ἀπεργαζόμενον. οἱ ταριχευταὶ δὲ καλούμενοι πάσης μὲν τιμῆς καὶ πολυωρίας ἀξιοῦνται, τοῖς τε ἱερεῦσι συνόντες καὶ τὰς εἰς ἱερὸν εἰσόδους ἀκωλύτως ὡς καϑαροὶ ποιοῦνται: πρὸς δὲ τὴν ϑεραπείαν τοῦ παρεσχισμένου σώματος ἀϑροισϑέντων αὐτῶν εἷς καϑίησι τὴν χεῖρα 13 τεμεῖν II ἔπειϑ᾽ vulg. 15 ὡς ὁ] ὅσα vulg. 17 λίϑοις] λίϑους II 19 εἶναι] καὶ ἄλλως add. ABD, καὶ μύσους ἄξιον add. ceteri 21 καὶ ... ἀπεργαζόμενον hic sensu carent 24 καϑαροὶ] ἱεροὶ II.