Textus Originalis

152 DIODORI SICULI

152 DIODORI SICULI

πους εὐχαρίστως διακεῖσϑαι πρὸς πᾶν τὸ εὐεργετοῦν, νομίζοντας μεγίστην ἐπικουρίαν εἶναι τῷ βίῳ τὴν ἀμοιβὴν τῆς πρὸς τοὺς εὐεργέτας χάριτος: δῆλον γὰρ εἶναι διότι πάντες πρὸς εὐεργεσίαν ὁρμήσουσι τούτων μάλιστα παρ᾽ οἷς ἂν ὁρῶσι κάλλιστα ϑησαυρισϑησομένας τὰς χάριτας. διὰ δὲ τὰς αὐτὰς αἰτίας δοκοῦσιν Αἰγύπτιοι τοὺς ἑαυτῶν βασιλεῖς προσκυνεῖν τε καὶ τιμᾶν ὡς πρὸς ἀλήϑειαν ὄντας ϑεούς, ἅμα μὲν οὐκ ἄνευ δαιμονίου τινὸς προνοίας νομίζοντες αὐτοὺς τετευχέναι τῆς τῶν ὅλων ἐξουσίας, ἅμα δὲ τοὺς βουλομένους τε καὶ δυναμένους τὰ μέγιστ᾽ εὐεργετεῖν ἡγούμενοι ϑείας μετέχειν φύσεως. περὶ μὲν οὖν τῶν ἀφιερωμένων ζῴων εἰ καὶ πεπλεονάκαμεν, ἀλλ᾽ οὖν γε τὰ μάλιστα ϑαυμαζόμενα τῶν παρ᾽ Αἰγυπτίοις νόμιμα διευκρινήκαμεν. Οὐχ ἥκιστα δ᾽ ἄν τις πυϑόμενος τὰ περὶ τοὺς τετελευτηκότας νόμιμα τῶν Αἰγυπτίων ϑαυμάσαι τὴν ἰδιότητα τῶν ἐϑῶν. ὅταν γάρ τις ἀποϑάνῃ παρ᾽ αὐτοῖς, οἱ μὲν συγγενεῖς καὶ φίλοι πάντες καταπλαττόμενοι πηλῷ τὰς κεφαλὰς περιέρχονται τὴν πόλιν ϑρηνοῦντες, ἕως ἂν ταφῆς τύχῃ τὸ σῶμα. οὐ μὴν οὔτε λουτρῶν οὔτε οἴνου οὔτε τῆς ἄλλης τροφῆς ἀξιολόγου μεταλαμβάνουσιν, οὔτε ἐσϑῆτας λαμπρὰς περιβάλλονται. τῶν δὲ ταφῶν τρεῖς ὑπάρχουσι τάξεις, ἥ τε πολυτελεστάτη καὶ μέση καὶ ταπεινοτάτη. κατὰ μὲν οὖν τὴν πρώτην ἀναλίσκεσϑαί φασιν ἀργυρίου τάλαντον, κατὰ δὲ τὴν δευτέραν 5 κάλλιστα post χάριτας F 6 ϑησαυριζομένας vulg. 20 καταπασάμενοι II (c. 72, 2).