Textus Originalis
I 91. 92. 155
ἔπειτα παραγενομένων δικαστῶν δυσὶ πλειόνων τῶν τετταράκοντα, καὶ καϑισάντων ἐπί τινος ἡμικυκλίου κατεσκευασμένου πέραν τῆς λίμνης, ἡ μὲν βᾶρις καϑέλκεται, κατεσκευασμένη πρότερον ὑπὸ τῶν ταύτην ἐχόντων τὴν ἐπιμέλειαν, ἐφέστηκε δὲ ταύτῃ ὁ πορϑμεύς, ὃν Αἰγύπτιοι κατὰ τὴν ἰδίαν διάλεκτον ὀνομάζουσι Χάρωνα. διὸ καί φασιν Ὀρφέα τὸ παλαιὸν εἰς Αἴγυπτον παραβαλόντα καὶ ϑεασάμενον τοῦτο τὸ νόμιμον, μυϑοποιῆσαι τὰ καϑ᾽ ᾅδου, τὰ μὲν μιμησάμενον, τὰ δ᾽ αὐτὸν ἰδίᾳ πλασάμενον: ὑπὲρ οὗ τὰ κατὰ μέρος μικρὸν ὕστερον ἀναγράψομεν. οὐ μὴν ἀλλὰ τῆς βάρεως εἰς τὴν λίμνην καϑελκυσϑείσης, πρὶν ἢ τὴν λάρνακα τὴν τὸν νεκρὸν ἔχουσαν εἰς αὐτὴν τίϑεσϑαι, τῷ βουλομένῳ κατηγορεῖν ὁ νόμος ἐξουσίαν δίδωσιν. ἐὰν μὲν οὖν τις παρελϑὼν ἐγκαλέσῃ καὶ δείξῃ βεβιωκότα κακῶς, οἱ μὲν κριταὶ τὰς γνώμας πᾶσιν ἀποφαίνονται, τὸ δὲ σῶμα εἴργεται τῆς εἰϑισμένης ταφῆς: ἐὰν δ᾽ ὁ ἐγκαλέσας δόξῃ μὴ δικαίως κατηγορεῖν, μεγάλοις περιπίπτει προστίμοις. ὅταν δὲ μηδεὶς ὑπακούσῃ κατήγορος ἢ παρελϑὼν γνωσϑῇ συκοφάντης ὑπάρχειν, οἱ μὲν συγγενεῖς ἀποϑέμενοι τὸ πένϑος ἐγκωμιάζουσι τὸν τετελευτηκότα, καὶ περὶ μὲν τοῦ γένους οὐδὲν λέγουσιν, ὥσπερ παρὰ τοῖς Ἕλλησιν, ὑπολαμβάνοντες ἅπαντας ὁμοίως εὐγενεῖς εἶναι τοὺς κατ᾽ Αἴγυπτον, τὴν δ᾽ ἐκ παιδὸς ἀγωγὴν καὶ παιδείαν διελ- 1 δυσὶ om. II πλείω codices, corr. Dind. 6 ὁ πορϑμεύς] πρωρεύς II 9 μυϑολογῆσαι D 10 ἅδην D 11 ὑπὲρ] περὶ CF 14 ταύτην D 17 τὰς γνώμας πᾶσιν] γνώμας CF 18 ὁ om. D 19 κατηγορεῖν] ἐγκαλεῖν II ὑποπίπτει II.