Textus Originalis
156 DIODORI SICULI
ϑόντες, πάλιν ἀνδρὸς γεγονότος τὴν εὐσέβειαν καὶ δικαιοσύνην, ἔτι δὲ τὴν ἐγκράτειαν καὶ τὰς ἄλλας ἀρετὰς αὐτοῦ διεξέρχονται, καὶ παρακαλοῦσι τοὺς κάτω ϑεοὺς δέξασϑαι σύνοικον τοῖς εὐσεβέσι: τὸ δὲ πλῆϑος ἐπευφημεῖ καὶ ἀποσεμνύνει τὴν δόξαν τοῦ τετελευτηκότος, ὡς τὸν αἰῶνα διατρίβειν μέλλοντος καϑ᾽ ᾅδου μετὰ τῶν εὐσεβῶν. τὸ δὲ σῶμα τιϑέασιν οἱ μὲν ἰδίους ἔχοντες τάφους ἐν ταῖς ἀποδεδειγμέναις ϑήκαις, οἷς δ᾽ οὐχ ὑπάρχουσι τάφων κτήσεις, καινὸν οἴκημα ποιοῦσι κατὰ τὴν ἰδίαν οἰκίαν, καὶ πρὸς τὸν ἀσφαλέστατον τῶν τοίχων ὀρϑὴν ἱστᾶσι τὴν λάρνακα. καὶ τοὺς κωλυομένους δὲ διὰ τὰς κατηγορίας ἢ πρὸς δάνειον ὑποϑήκας ϑάπτεσϑαι τιϑέασι κατὰ τὴν ἰδίαν οἰκίαν: οὓς ὕστερον ἐνίοτε παίδων παῖδες εὐπορήσαντες καὶ τῶν τε συμβολαίων καὶ τῶν ἐγκλημάτων ἀπολύσαντες μεγαλοπρεποῦς ταφῆς ἀξιοῦσι. σεμνότατον δὲ διείληπται παρ᾽ Αἰγυπτίοις τὸ τοὺς γονεῖς ἢ τοὺς προγόνους φανῆναι περιττότερον τετιμηκότας εἰς τὴν αἰώνιον οἴκησιν μεταστάντας. νόμιμον δ᾽ ἐστὶ παρ᾽ αὐτοῖς καὶ τὸ διδόναι τὰ σώματα τῶν τετελευτηκότων γονέων εἰς ὑποϑήκην δανείου: τοῖς δὲ μὴ λυσαμένοις ὄνειδός τε τὸ μέγιστον ἀκολουϑεῖ καὶ μετὰ τὴν τελευτὴν στέρησις ταφῆς. ϑαυμάσαι δ᾽ ἄν τις προσηκόντως τοὺς ταῦτα διατάξαντας, ὅτι τὴν ἐπιείκειαν καὶ τὴν σπουδαιότητα τῶν ἠϑῶν οὐκ ἐκ τῆς τῶν ζώντων ὁμιλίας μόνον, ἀλλὰ καὶ τῆς τῶν τε- 5 συναποσεμνύνει II 10 κτίσεις C κοινὸν F; κενὸν malim 17 ἐπιφανέστατον Reiske 22 δανείων C ὑποϑήκης CD 17 σεμνότατα CF 25 καϑηκόντως II ταῦτα] διηυκρινημένως add. C ὅτι ante τοὺς D 26 τὴν om. vulg.