Textus Originalis
I 9. 10. 11
νον ὄντα καὶ τὰς τροφὰς αὐτοφυεῖς παρεχόμενον ῥᾳδίως ἐκτρέφειν τὰ ζωογονηϑέντα: τήν τε γὰρ τοῦ καλάμου ῥίζαν καὶ τὸν λωτόν, ἔτι δὲ τὸν Αἰγύπτιον κύαμον καὶ τὸ καλούμενον κορσαῖον καὶ πολλὰ τοιαῦϑ᾽ ἕτερα τροφὴν ἑτοίμην παρέχεσϑαι τῷ γένει τῶν ἀνϑρώπων. τῆς δ᾽ ἐξ ἀρχῆς παρ᾽ αὐτοῖς ζωογονίας τεκμήριον πειρῶνται φέρειν τὸ καὶ νῦν ἔτι τὴν ἐν Θηβαΐδι χώραν κατά τινας καιροὺς τοσούτους καὶ τηλικούτους μῦς γεννᾶν ὥστε τοὺς ἰδόντας τὸ γινόμενον ἐκπλήττεσϑαι: ἐνίους γὰρ αὐτῶν ἕως μὲν τοῦ στήϑους καὶ τῶν ἐμπροσϑίων ποδῶν διατετυπῶσϑαι καὶ κίνησιν λαμβάνειν, τὸ δὲ λοιπὸν τοῦ σώματος ἔχειν ἀδιατύπωτον, μενούσης ἔτι κατὰ φύσιν τῆς βώλου. ἐκ τούτου δ᾽ εἶναι φανερὸν ὅτι κατὰ τὴν ἐξ ἀρχῆς τοῦ κόσμου σύστασιν τῆς γῆς εὐκράτου καϑεστώσης μάλιστ᾽ ἂν ἔσχε τὴν γένεσιν τῶν ἀνϑρώπων ἡ κατ᾽ Αἴγυπτον χώρα: καὶ γὰρ νῦν, οὐδαμοῦ τῆς ἄλλης γῆς φυούσης οὐδὲν τῶν τοιούτων, ἐν μόνῃ ταύτῃ ϑεωρεῖσϑαί τινὰ τῶν ἐμψύχων παραδόξως ζωογονούμενα. καϑόλου δὲ λέγουσιν, εἴτε κατὰ τὸν ἐπὶ Δευκαλίωνος γενόμενον κατακλυσμὸν ἐφϑάρη τὰ πλεῖστα τῶν ζῴων, εἰκὸς μάλιστα διασεσῶσϑαι τοὺς κατὰ τὴν Αἴγυπτον ὑπὸ τὴν μεσημβρίαν κατοικοῦντας, ὡς ἂν τῆς χώρας αὐτῶν οὔσης ἀνόμβρου κατὰ τὸ πλεῖστον, εἴτε, καϑάπερ τινές φασι, παντελοῦς γενομένης τῶν ἐμψύχων φϑορᾶς ἡ γῆ πάλιν ἐξ ἀρχῆς καινὰς ἤνεγκε 1 τεκμήριον ἀπόδειξιν πειρῶνται D; utrum est glossema? 8 ἐν τῇ Θ. χώρᾳ F 12 καὶ σκαρίζειν καὶ κίνησιν λαμβάνειν D; κίνησιν λαμβάνειν glossemati similius.