Textus Originalis

18 DIODORI SICULI

18 DIODORI SICULI

τῶν ζῴων φύσεις, ὅμως καὶ κατὰ τοῦτον τὸν λόγον πρέπειν τὴν ἀρχηγὸν τῶν ἐμψύχων γένεσιν προσάπτειν ταύτῃ τῇ χώρᾳ. τῆς γὰρ παρὰ τοῖς ἄλλοις ἐπομβρίας τῷ παρ᾽ ἑαυτοῖς γινομένῳ καύματι μιγείσης εἰκὸς εὐκρατότατον γενέσϑαι τὸν ἀέρα πρὸς τὴν ἐξ ἀρχῆς τῶν πάντων ζωογονίαν. καὶ γὰρ ἐν τοῖς καϑ᾽ ἡμᾶς ἔτι χρόνοις κατὰ τὴν ἐπίκλυστον Αἴγυπτον ἐν τοῖς ὀψίμοις τῶν ὑδάτων φανερῶς ὁρᾶσϑαι γεννωμένας φύσεις ἐμψύχων: ὅταν γὰρ τοῦ ποταμοῦ τὴν ἀναχώρησιν ποιουμένου τὴν πρώτην τῆς ἰλύος ὁ ἥλιος διαξηράνῃ, φασὶ συνίστασϑαι ζῷα, τινὰ μὲν εἰς τέλος ἀπηρτισμένα, τινὰ δὲ ἡμιτελῆ καὶ πρὸς αὐτῇ συμφυῆ τῇ γῇ. Τοὺς δ᾽ οὖν κατ᾽ Αἴγυπτον ἀνϑρώπους τὸ παλαιὸν γενομένους, ἀναβλέψαντας εἰς τὸν κόσμον καὶ τὴν τῶν ὅλων φύσιν καταπλαγέντας τε καὶ ϑαυμάσαντας, ὑπολαβεῖν εἶναι δύο ϑεοὺς ἀιδίους τε καὶ πρώτους, τόν τε ἥλιον καὶ τὴν σελήνην, ὧν τὸν μὲν Ὄσιριν, τὴν δὲ Ἶσιν ὀνομάσαι, ἀπό τινος ἐτύμου τεϑείσης ἑκατέρας τῆς προσηγορίας ταύτης. μεϑερμηνευομένων γὰρ τούτων εἰς τὸν Ἑλληνικὸν τῆς διαλέκτου τρόπον εἶναι τὸν μὲν Ὄσιριν πολυόφϑαλμον, εἰκότως: πανταχῆ γὰρ ἐπιβάλλοντα τὰς ἀκτῖνας ὥσπερ ὀφϑαλμοῖς πολλοῖς βλέπειν ἅπασαν γῆν καὶ ϑάλατταν. καὶ τὸν ποιητὴν δὲ λέγειν σύμφωνα τούτοις ἠέλιός ϑ᾽, ὃς πάντ᾽ ἐφορᾷ καὶ πάντ᾽ ἐπακούει. 4 ἑαυτῆς D, αὐτοῖς E 7 ἐπίκαυστον CF 13 πρὸς] βώλῳ add. D, κατὰ μέρος Hertlein καὶ προσφυῆ αὐτῇ conicio τῆς γῆς D 16 τε om. vulg. 23 πάντη CF.