Textus Originalis
178 DIODORI SICULI
βασιλεύων δ᾽ αὐτῆς Ὀξυάρτης κατέγραψεν ἅπαντας τοὺς ἐν ἡλικίᾳ στρατείας ὄντας, οἳ τὸν ἀριϑμὸν ἠϑροίσϑησαν εἰς τετταράκοντα μυριάδας. ἀναλαβὼν οὖν τὴν δύναμιν καὶ τοῖς πολεμίοις ἀπαντήσας περὶ τὰς εἰσβολὰς εἴασε μέρος τῆς τοῦ Νίνου στρατιᾶς εἰσβαλεῖν: ἐπεὶ δ᾽ ἔδοξεν ἱκανὸν ἀποβεβηκέναι τῶν πολεμίων πλῆϑος εἰς τὸ πεδίον, ἐξέταξε τὴν ἰδίαν δύναμιν. γενομένης δὲ μάχης ἰσχυρᾶς οἱ Βακτριανοὶ τοὺς Ἀσσυρίους τρεψάμενοι καὶ τὸν διωγμὸν μέχρι τῶν ὑπερκειμένων ὀρῶν ποιησάμενοι διέφϑειραν τῶν πολεμίων εἰς δέκα μυριάδας. μετὰ δὲ ταῦτα πάσης τῆς δυνάμεως εἰσβαλούσης, κρατούμενοι τοῖς πλήϑεσι κατὰ πόλεις ἀπεχώρησαν, ἕκαστοι ταῖς ἰδίαις πατρίσι βοηϑήσοντες. τὰς μὲν οὖν ἄλλας ὁ Νίνος ἐχειρώσατο ῥᾳδίως, τὰ δὲ Βάκτρα διά τε τὴν ὀχυρότητα καὶ τὴν ἐν αὐτῇ παρασκευὴν ἠδυνάτει κατὰ κράτος ἑλεῖν. πολυχρονίου δὲ τῆς πολιορκίας γινομένης, ὁ τῆς Σεμιράμιδος ἀνήρ, ἐρωτικῶς ἔχων πρὸς τὴν γυναῖκα καὶ συστρατευόμενος τῷ βασιλεῖ, μετεπέμψατο τὴν ἄνϑρωπον. ἡ δὲ συνέσει καὶ τόλμῃ καὶ τοῖς ἄλλοις τοῖς πρὸς ἐπιφάνειαν συντείνουσι κεχορηγημένη καιρὸν ἔλαβεν ἐπιδείξασϑαι τὴν ἰδίαν ἀρετήν. πρῶτον μὲν οὖν πολλῶν ἡμερῶν ὁδὸν μέλλουσα διαπορεύεσϑαι στολὴν ἐπραγματεύσατο δι᾽ ἧς οὐκ ἦν διαγνῶναι τὸν περιβεβλημένον πότερον 1 ἐξαόρτης D 2 ἡλικίαις D 5 μέρος] μὲν μέρος conicio 6 ἀποβεβληκέναι CF 7 εἰς τὸ πεδίον] om. F, πεδίον D 10 τὰς ... παρασκευὰς II 18 γινομένης Gemistus, γενομένης codices σεμιράμεως D 20 ἡ δὲ] ἦν δὲ F, ἐπεὶ δὲ ἦν C 22 καιρὸν] οὖν add. F 24 διεπραγματεύσατο D.