Textus Originalis

II 5. 6. 177

II 5. 6. 177

ἐπὶ Σκύϑας Δαρείου στρατείαν μετὰ ὀγδοήκοντα μυριάδων καὶ τὴν Ξέρξου διάβασιν ἐπὶ τὴν Ἑλλάδα τοῖς ἀναριϑμήτοις πλήϑεσι, τὰς ἐχϑὲς καὶ πρῴην συντελεσϑείσας πράξεις ἐπὶ τῆς Εὐρώπης σκέψαιτο, τάχιον ἂν πιστὸν ἡγήσαιτο τὸ ῥηϑέν. κατὰ μὲν οὖν τὴν Σικελίαν ὁ Διονύσιος ἐκ μιᾶς τῆς τῶν Συρακοσίων πόλεως ἐξήγαγεν ἐπὶ τὰς στρατείας πεζῶν μὲν δώδεκα μυριάδας, ἱππεῖς δὲ μυρίους καὶ δισχιλίους, ναῦς δὲ μακρὰς ἐξ ἑνὸς λιμένος τετρακοσίας, ὧν ἦσαν ἔνιαι τετρήρεις καὶ πεντήρεις: Ῥωμαῖοι δὲ μικρὸν πρὸ τῶν Ἀννιβαϊκῶν καιρῶν, προορώμενοι τὸ μέγεϑος τοῦ πολέμου, κατέγραψαν τοὺς κατὰ τὴν Ἰταλίαν ἐπιτηδείους εἰς [τὴν] στρατείαν πολίτας τε καὶ συμμάχους, ὧν ὁ σύμπας ἀριϑμὸς μικρὸν ἀπέλιπε τῶν ἑκατὸν μυριάδων: καίτοι γ᾽ ἕνεκα πλήϑους ἀνϑρώπων τὴν Ἰταλίαν ὅλην οὐκ ἄν τις συγκρίνειε πρὸς ἓν ἔϑνος τῶν κατὰ τὴν Ἀσίαν. ταῦτα μὲν οὖν ἡμῖν εἰρήσϑω πρὸς τοὺς ἐκ τῆς νῦν περὶ τὰς πόλεις οὔσης ἐρημίας τεκμαιρομένους τὴν παλαιὰν τῶν ἐϑνῶν πολυανϑρωπίαν. Ὁ δ᾽ οὖν Νίνος μετὰ τοσαύτης δυνάμεως στρατεύσας εἰς τὴν Βακτριανὴν ἠναγκάζετο, δυσεισβόλων τῶν τόπων καὶ στενῶν ὄντων, κατὰ μέρος ἄγειν τὴν δύναμιν. ἡ γὰρ Βακτριανὴ χώρα πολλαῖς καὶ μεγάλαις οἰκουμένη πόλεσι μίαν μὲν εἶχεν ἐπιφανεστάτην, ἐν ᾗ συνέβαινεν εἶναι καὶ τὰ βασίλεια: αὕτη δ᾽ ἐκαλεῖτο μὲν Βάκτρα, μεγέϑει δὲ καὶ τῇ κατὰ τὴν ἀκρόπολιν ὀχυρότητι πολὺ πασῶν διέφερε. 3 χϑὲς vulg. 11 Ἀννιβιακῶν CDF 13 τὴν om. CD 14 ἀπελίπετο D 26 καὶ om. CF Diodorus I. 12