Textus Originalis
II 8. 183
τε πόλιν ἅπασαν κατοπτεύσειν καὶ καϑαπερεὶ τὰς κλεῖς ἕξειν τῶν ἐπικαιροτάτων τῆς πόλεως τόπων. τοῦ δ᾽ Εὐφράτου διὰ μέσης τῆς Βαβυλῶνος ῥέοντος καὶ πρὸς μεσημβρίαν καταφερομένου, τῶν βασιλείων τὰ μὲν πρὸς ἀνατολὴν ἔνευε, τὰ δὲ πρὸς δύσιν, ἀμφότερα δὲ πολυτελῶς κατεσκεύαστο. τοῦ μὲν γὰρ [εἰς τὸ] πρὸς ἑσπέραν κειμένου μέρους ἐποίησε τὸν πρῶτον περίβολον ἑξήκοντα σταδίων, ὑψηλοῖς καὶ πολυτελέσι τείχεσιν ὠχυρωμένον, ἐξ ὀπτῆς πλίνϑου. ἕτερον δ᾽ ἐντὸς τούτου κυκλοτερῆ κατεσκεύασε, καϑ᾽ ὃν ἐν ὠμαῖς ἔτι ταῖς πλίνϑοις διετετύπωτο ϑηρία παντοδαπὰ τῇ τῶν χρωμάτων φιλοτεχνίᾳ τὴν ἀλήϑειαν ἀπομιμούμενα: οὗτος δ᾽ ὁ περίβολος ἦν τὸ μὲν μῆκος σταδίων τετταράκοντα, τὸ δὲ πλάτος ἐπὶ τριακοσίας πλίνϑους, τὸ δ᾽ ὕψος, ὡς Κτησίας φησίν, ὀργυιῶν πεντήκοντα: τῶν δὲ πύργων ὑπῆρχε τὸ ὕψος ὀργυιῶν ἑβδομήκοντα. κατεσκεύασε δὲ καὶ τρίτον ἐνδοτέρω περίβολον, ὃς περιεῖχεν ἀκρόπολιν, ἧς ἡ μὲν περίμετρος ἦν σταδίων εἴκοσι, τὸ δὲ ὕψος καὶ πλάτος τῆς οἰκοδομίας ὑπεραῖρον τοῦ μέσου τείχους τὴν κατασκευήν. ἐνῆσαν δ᾽ ἔν τε τοῖς πύργοις καὶ τείχεσι ζῷα παντοδαπὰ φιλοτέχνως τοῖς τε χρώμασι καὶ τοῖς τῶν τύπων ἀπομιμήμασι κατεσκευασμένα: τὸ δ᾽ ὅλον ἐπεποίητο κυνήγιον παντοίων ϑηρίων ὑπάρχον πλῆρες, ὧν ἦσαν τὰ μεγέϑη πλέον ἢ πηχῶν τεττάρων. κατεσκεύαστο δ᾽ ἐν αὐτοῖς καὶ ἡ Σεμίραμις ἀφ᾽ ἵππου πάρδαλιν ἀκοντίζουσα, 1 κατοπτεύειν codices 7 εἰς τὸ del. Dind. 16 τριακοσίους libri 19 εἴκοσι] τριακοσίων II ὕψος Wurm, μῆκος codices 23 ζῴοις] ταῖς D ἀπομιμήσεσι fort. 27 καὶ ἡ om. CF ἀφ᾽] ἐφ᾽ D.