Textus Originalis
184 DIODORI SICULI
καὶ πλησίον αὐτῆς ὁ ἀνὴρ Νίνος παίων ἐκ χειρὸς λέοντα λόγχῃ. ἐπέστησε δὲ καὶ πύλας τριττάς, [ἐφ᾽] ὧν ὑπῆρχον διτταὶ χαλκαῖ διὰ μηχανῆς ἀνοιγόμεναι. ταῦτα μὲν οὖν τὰ βασίλεια καὶ τῷ μεγέϑει καὶ ταῖς κατασκευαῖς πολὺ προεῖχε τῶν ὄντων ἐπὶ ϑάτερα μέρη τοῦ ποταμοῦ. ἐκεῖνα γὰρ εἶχε τὸν μὲν περίβολον τοῦ τείχους τριάκοντα σταδίων ἐξ ὀπτῆς πλίνϑου, ἀντὶ δὲ τῆς περὶ τὰ ζῷα φιλοτεχνίας χαλκᾶς εἰκόνας Νίνου καὶ Σεμιράμιδος καὶ τῶν ὑπάρχων, ἔτι δὲ Διός, ὃν καλοῦσιν οἱ Βαβυλώνιοι Βῆλον: ἐνῆσαν δὲ καὶ παρατάξεις καὶ κυνήγια παντοδαπά, ποικίλην ψυχαγωγίαν παρεχόμενα τοῖς ϑεωμένοις. Μετὰ δὲ ταῦτα τῆς Βαβυλωνίας ἐκλεξαμένη τὸν ταπεινότατον τόπον ἐποίησε δεξαμενὴν τετράγωνον, ἧς ἦν ἑκάστη πλευρὰ σταδίων τριακοσίων, ἐξ ὀπτῆς πλίνϑου καὶ ἀσφάλτου κατεσκευασμένην καὶ τὸ βάϑος ἔχουσαν ποδῶν τριάκοντα καὶ πέντε. εἰς ταύτην δ᾽ ἀποστρέψασα τὸν ποταμὸν κατεσκεύασεν ἐκ τῶν ἐπὶ τάδε βασιλείων εἰς ϑάτερα διώρυχα: ἐξ ὀπτῆς δὲ πλίνϑου συνοικοδομήσασα τὰς καμάρας ἐξ ἑκατέρου μέρους ἀσφάλτῳ κατέχρισεν ἡψημένῃ, μέχρι οὗ τὸ πάχος τοῦ χρίσματος ἐποίησε πηχῶν τεττάρων. τῆς δὲ διώρυχος ὑπῆρχον οἱ μὲν τοῖχοι τὸ πλάτος ἐπὶ πλίνϑους εἴκοσι, τὸ δ᾽ ὕψος χωρὶς τῆς καμφϑείσης ψαλίδος ποδῶν δώδεκα, τὸ δὲ πλάτος ποδῶν πεντεκαίδεκα. ἐν ἡμέραις δ᾽ ἑπτὰ κατασκευασϑείσης αὐτῆς ἀποκατέστησε τὸν ποταμὸν 2 ἐφ᾽ del. Dind., ὑφ᾽ CF 3 διτταὶ Wurm, δίαιται codices 16 κατεσκευασμένη ... ἔχουσα codices praeter A 22 οὗ D, τοῦ F, ὅτου C 26 δεκαπέντε libri.