Textus Originalis

II 8. 9. 185

II 8. 9. 185

ἐπὶ τὴν προϋπάρχουσαν ῥύσιν, ὥστε τοῦ ῥεύματος ἐπάνω τῆς διώρυχος φερομένου δύνασϑαι τὴν Σεμίραμιν ἐκ τῶν πέραν βασιλείων ἐπὶ ϑάτερα διαπορεύεσϑαι μὴ διαβαίνουσαν τὸν ποταμόν. ἐπέστησε δὲ καὶ πύλας τῇ διώρυχι χαλκᾶς ἐφ᾽ ἑκάτερον μέρος, αἳ διέμειναν μέχρι τῆς [τῶν] Περσῶν βασιλείας. μετὰ δὲ ταῦτα ἐν μέσῃ τῇ πόλει κατεσκεύασεν ἱερὸν Διός, ὃν καλοῦσιν οἱ Βαβυλώνιοι, καϑάπερ εἰρήκαμεν, Βῆλον. περὶ τούτου δὲ τῶν συγγραφέων διαφωνούντων, καὶ τοῦ κατασκευάσματος διὰ τὸν χρόνον καταπεπτωκότος, οὐκ ἔστιν ἀποφήνασϑαι τἀκριβές: ὁμολογεῖται δ᾽ ὑψηλὸν γεγενῆσϑαι καϑ᾽ ὑπερβολήν, καὶ τοὺς Χαλδαίους ἐν αὐτῷ τὰς τῶν ἄστρων πεποιῆσϑαι παρατηρήσεις, ἀκριβῶς ϑεωρουμένων τῶν τ᾽ ἀνατολῶν καὶ δύσεων διὰ τὸ τοῦ κατασκευάσματος ὕψος. τῆς δ᾽ ὅλης οἰκοδομίας ἐξ ἀσφάλτου [καὶ] πλίνϑου πεφιλοτεχνημένης πολυτελῶς, ἐπ᾽ ἄκρας τῆς ἀναβάσεως τρία κατεσκεύασεν ἀγάλματα χρυσᾶ σφυρήλατα, Διός, Ἥρας, Ῥέας. τούτων δὲ τὸ μὲν τοῦ Διὸς ἑστηκὸς ἦν καὶ διαβεβηκός, ὑπάρχον δὲ ποδῶν τετταράκοντα τὸ μῆκος σταϑμὸν εἶχε χιλίων ταλάντων Βαβυλωνίων: τὸ δὲ τῆς Ῥέας ἐπὶ δίφρου καϑήμενον χρυσοῦ τὸν ἴσον σταϑμὸν εἶχε τῷ προειρημένῳ: ἐπὶ δὲ τῶν γονάτων αὐτῆς εἱστήκεσαν λέοντες δύο, καὶ πλησίον ὄφεις ὑπερμεγέϑεις ἀργυροῖ, τριάκοντα ταλάντων ἕκαστος ἔχων τὸ βάρος. τὸ δὲ τῆς Ἥρας ἑστηκὸς ἦν ἄγαλμα, σταϑμὸν ἔχον ταλάντων ὀκτα- 6 τῶν om. CD 9 δὲ τούτου vulg. 17 καὶ del. Dind. 21 δὲ om. vulg. 22 σταϑμὸν δ᾽ εἶχε libri 28 ἑξακοσίων AB.