Textus Originalis
II 9. 10. 187
ὑπὸ δὲ ταῖς κατεσκευασμέναις ἀναβάσεσιν ὠκοδόμηντο σύριγγες, ἅπαν μὲν ὑποδεχόμεναι τὸ τοῦ φυτουργείου βάρος, ἀλλήλων δ᾽ ἐκ τοῦ κατ᾽ ὀλίγον ἀεὶ μικρὸν ὑπερέχουσαι κατὰ τὴν πρόσβασιν: ἡ δ᾽ ἀνωτάτω σῦριγξ οὖσα πεντήκοντα πηχῶν τὸ ὕψος εἶχεν ἐπ᾽ αὐτῇ τοῦ παραδείσου τὴν ἀνωτάτην ἐπιφάνειαν συνεξισουμένην τῷ περιβόλῳ τῶν ἐπάλξεων. ἔπειϑ᾽ οἱ μὲν τοῖχοι πολυτελῶς κατεσκευασμένοι τὸ πάχος εἶχον ποδῶν εἴκοσι δύο, τῶν δὲ διεξόδων ἑκάστη τὸ πλάτος δέκα. τὰς δ᾽ ὀροφὰς κατεστέγαζον λίϑιναι δοκοί, τὸ μὲν μῆκος σὺν ταῖς ἐπιβολαῖς ἔχουσαι ποδῶν ἑκκαίδεκα, τὸ δὲ πλάτος τεττάρων. τὸ δ᾽ ἐπὶ ταῖς δοκοῖς ὀρόφωμα πρῶτον μὲν εἶχεν ὑπεστρωμένον κάλαμον μετὰ πολλῆς ἀσφάλτου, μετὰ δὲ ταῦτα πλίνϑον ὀπτὴν διπλῆν ἐν γύψῳ δεδεμένην, τρίτην δ᾽ ἐπιβολὴν ἐδέχετο μολιβᾶς στέγας πρὸς τὸ μὴ διικνεῖσϑαι κατὰ βάϑος τὴν ἐκ τοῦ χώματος νοτίδα. ἐπὶ δὲ τούτοις ἐσεσώρευτο γῆς ἱκανὸν βάϑος, ἀρκοῦν ταῖς τῶν μεγίστων δένδρων ῥίζαις: τὸ δ᾽ ἔδαφος ἐξωμαλισμένον πλῆρες ἦν παντοδαπῶν δένδρων τῶν δυναμένων κατά τε τὸ μέγεϑος καὶ τὴν ἄλλην χάριν τοὺς ϑεωμένους ψυχαγωγῆσαι. αἱ δὲ σύριγγες τὰ φῶτα δεχόμεναι ταῖς δι᾽ ἀλλήλων ὑπεροχαῖς πολλὰς καὶ παντοδαπὰς εἶχον διαίτας βασιλικάς: μία δ᾽ ἦν ἐκ τῆς ἀνωτάτης ἐπιφανείας διατομὰς ἔχουσα καὶ πρὸς τὰς ἐπαντλή- 2 ἀναδεχόμεναι II 5 ἀνωτάτη II 6 ἐφ᾽ αὑτῇ Dind. 8 κατεσκευασμένοι] ἠσφαλισμένοι II 9 δ᾽ ἐξόδων vulg. 12 δεκαέξ D 16 ἐπεδέχετο C 19 ἀρκοῦν Gemistus, ἀρκούμενον codices 21 τε om. D 26 ὑπαντλήσεις II.