Textus Originalis

188 DIODORI SICULI

188 DIODORI SICULI

σεις τῶν ὑδάτων ὄργανα, δι᾽ ὧν ἀνεσπᾶτο πλῆϑος ὕδατος ἐκ τοῦ ποταμοῦ, μηδενὸς τῶν ἔξωϑεν τὸ γινόμενον συνιδεῖν δυναμένου. οὗτος μὲν οὖν ὁ παράδεισος, ὡς προεῖπον, ὕστερον κατεσκευάσϑη. Ἡ δὲ Σεμίραμις ἔκτισε καὶ ἄλλας πόλεις παρὰ τὸν ποταμὸν τόν τε Εὐφράτην καὶ τὸν Τίγριν, ἐν αἷς ἐμπόρια κατεσκεύασε τοῖς φορτία διακομίζουσιν ἐκ τῆς Μηδίας καὶ Παραιτακηνῆς καὶ πάσης τῆς σύνεγγυς χώρας. μετὰ γὰρ τὸν Νεῖλον καὶ Γάγγην ὄντες ἐπισημότατοι σχεδὸν τῶν κατὰ τὴν Ἀσίαν ποταμῶν Εὐφράτης καὶ Τίγρις τὰς μὲν πηγὰς ἔχουσιν ἐκ τῶν Ἀρμενίων ὀρῶν, διεστήκασι δ᾽ ἀπ᾽ ἀλλήλων σταδίους δισχιλίους καὶ πεντακοσίους: ἐνεχϑέντες δὲ διὰ Μηδίας καὶ Παραιτακηνῆς ἐμβάλλουσιν εἰς τὴν Μεσοποταμίαν, ἣν ἀπολαμβάνοντες εἰς μέσον αἴτιοι κατέστησαν τῇ χώρᾳ ταύτης τῆς προσηγορίας: μετὰ δὲ ταῦτα τὴν Βαβυλωνίαν διελϑόντες εἰς τὴν Ἐρυϑρὰν ἐξερεύγονται ϑάλατταν. μεγάλοι δ᾽ ὄντες καὶ συχνὴν χώραν διαπορευόμενοι πολλὰς ἀφορμὰς παρέχονται τοῖς ἐμπορικῇ χρωμένοις ἐργασίᾳ: διὸ καὶ συμβαίνει τοὺς παραποταμίους τόπους πλήρεις ὑπάρχειν ἐμπορίων εὐδαιμόνων καὶ μεγάλα συμβαλλομένων πρὸς τὴν τῆς Βαβυλωνίας ἐπιφάνειαν. ἡ δὲ Σεμίραμις ἐκ τῶν Ἀρμενίων ὀρῶν λίϑον ἔτεμε τὸ μὲν μῆκος ποδῶν ἑκατὸν καὶ τριάκοντα, τὸ δὲ πλάτος καὶ πάχος εἴ- 8 παραετακίνης D 13 χιλίους II 14 παρ᾽ ετακίνης D 17 διελϑόντες Gemistus, διελόντες codices 19 λίαν ἔχοντες καὶ add. CF 26 καὶ om. DF τὸ πλάτος δ᾽ vulg.