Textus Originalis
II 11. 12. 189
κοσι καὶ πέντε: τοῦτον δὲ πολλοῖς πλήϑεσι ζευγῶν ὀρεικῶν τε καὶ βοεικῶν καταγαγοῦσα πρὸς τὸν ποταμὸν ἐπεβίβασεν ἐπὶ τὴν σχεδίαν: ἐπὶ ταύτης δὲ παρακομίσασα κατὰ τοῦ ῥεύματος μέχρι τῆς Βαβυλωνίας ἔστησεν αὐτὸν παρὰ τὴν ἐπισημοτάτην ὁδόν, παράδοξον ϑέαμα τοῖς παριοῦσιν: ὅν τινες ὀνομάζουσιν ἀπὸ τοῦ σχήματος ὀβελίσκον, ὃν ἐν τοῖς ἑπτὰ τοῖς κατονομαζομένοις ἔργοις καταριϑμοῦσι. Πολλῶν δὲ καὶ παραδόξων ὄντων ϑεαμάτων κατὰ τὴν Βαβυλωνίαν οὐχ ἥκιστα ϑαυμάζεται καὶ τὸ πλῆϑος τῆς ἐν αὐτῇ γεννωμένης ἀσφάλτου: τοσοῦτον γάρ ἐστιν ὥστε μὴ μόνον ταῖς τοσαύταις καὶ τηλικαύταις οἰκοδομίαις διαρκεῖν, ἀλλὰ καὶ συλλεγόμενον τὸν λαὸν ἐπὶ τὸν τόπον ἀφειδῶς ἀρύεσϑαι καὶ ξηραίνοντα κάειν ἀντὶ ξύλων. ἀναριϑμήτων δὲ τὸ πλῆϑος ἀνϑρώπων ἀρυομένων καϑάπερ ἔκ τινος πηγῆς μεγάλης ἀκέραιον διαμένει τὸ πλήρωμα. ἔστι δὲ καὶ πλησίον τῆς πηγῆς ταύτης ἀνάδοσις τῷ μὲν μεγέϑει βραχεῖα, δύναμιν δὲ ϑαυμάσιον ἔχουσα. προβάλλει γὰρ ἀτμὸν ϑειώδη καὶ βαρύν, ᾧ τὸ προσελϑὸν ζῷον ἅπαν ἀποϑνήσκει, περιπῖπτον ὀξείᾳ καὶ παραδόξῳ τελευτῇ: πνεύματος γὰρ κατοχῇ χρόνον ὑπομεῖναν διαφϑείρεται, καϑάπερ κωλυομένης τῆς τοῦ πνεύματος ἐκφορᾶς ὑπὸ τῆς προσπεσούσης ταῖς ἀναπνοαῖς δυνάμεως: εὐϑὺς δὲ διοιδεῖ καὶ πίμπραται τὸ σῶμα, μάλιστα τοὺς περὶ τὸν πνεύμονα 1 καὶ πέντε] πέντε CF, καὶ πέντε ποδῶν D 2 ὀρικῶν D, ὀνικῶν C 3 ἐπὶ τὴν] πρὸς τὴν vulg. 4 κατακομίσασα II — 6 ὅν — 8 καταριϑμοῦσι del. Eich. 14 ἐπὶ τὸν τόπον om. II 20 προσβάλλει vulg. (et Dm) 22 χρόνον] χρόνον ὀλίγον Gemistus 24 φορᾶς D.