Textus Originalis

II 13. 14. 15. 193

II 13. 14. 15. 193

τὴν Ἀσίαν μέχρι τοῦ νῦν διαμένει τῶν ὑπ᾽ ἐκείνης κατασκευασϑέντων καὶ καλεῖται Σεμιράμιδος ἔργα. μετὰ δὲ ταῦτα τήν τε Αἴγυπτον πᾶσαν ἐπῆλϑε καὶ τῆς Λιβύης τὰ πλεῖστα καταστρεψαμένη παρῆλϑεν εἰς Ἄμμωνα, χρησομένη τῷ ϑεῷ περὶ τῆς ἰδίας τελευτῆς. λέγεται δ᾽ αὐτῇ γενέσϑαι λόγιον ἐξ ἀνϑρώπων ἀφανισϑήσεσϑαι καὶ κατὰ τὴν Ἀσίαν παρ᾽ ἐνίοις τῶν ἐϑνῶν ἀϑανάτου τεύξεσϑαι τιμῆς: ὅπερ ἔσεσϑαι καϑ᾽ ὃν ἂν χρόνον ὁ υἱὸς αὐτῇ Νινύας ἐπιβουλεύσῃ. ἀπὸ δὲ τούτων γενομένη τῆς Αἰϑιοπίας ἐπῆλϑε τὰ πλεῖστα καταστρεφομένη καὶ τὰ κατὰ τὴν χώραν ϑεωμένη παράδοξα. εἶναι γὰρ ἐν αὐτῇ φασι λίμνην τετράγωνον, τὴν μὲν περίμετρον ἔχουσαν ποδῶν ὡς ἑκατὸν ἑξήκοντα, τὸ δ᾽ ὕδωρ τῇ μὲν χρόᾳ παραπλήσιον κινναβάρει, τὴν δ᾽ ὀσμὴν καϑ᾽ ὑπερβολὴν ἡδεῖαν, οὐκ ἀνόμοιον οἴνῳ παλαιῷ: δύναμιν δ᾽ ἔχειν παράδοξον: τὸν γὰρ πιόντα φασὶν εἰς μανίαν ἐμπίπτειν καὶ πάνϑ᾽ ἃ πρότερον διέλαϑεν ἁμαρτήσας ἑαυτοῦ κατηγορεῖν. τοῖς μὲν οὖν ταῦτα λέγουσιν οὐκ ἄν τις ῥᾳδίως συγκατάϑοιτο. Ταφὰς δὲ τῶν τελευτησάντων ἰδίως οἱ κατὰ τὴν Αἰϑιοπίαν ποιοῦνται: ταριχεύσαντες γὰρ τὰ σώματα καὶ περιχέαντες αὐτοῖς πολλὴν ὕελον ἱστᾶσιν ἐπὶ στήλης, ὥστε τοῖς παριοῦσι φαίνεσϑαι διὰ τῆς ὑέλου τὸ τοῦ τετελευτηκότος σῶμα, καϑάπερ Ἡρόδοτος εἴρηκε. Κτησίας δ᾽ ὁ Κνίδιος ἀποφαινόμενος τοῦτον σχεδιάζειν, αὐτός φησι τὸ μὲν σῶμα ταριχεύεσϑαι, τὴν μέντοι γε ὕελον μὴ περιχεῖσϑαι 21 ἰδίας Dind. 28 πολὺν D. Diodorus I. 13