Textus Originalis

194 DIODORI SICULI

194 DIODORI SICULI

γυμνοῖς τοῖς σώμασι: κατακαυϑήσεσϑαι γὰρ ταῦτα καὶ λυμανϑέντα τελέως τὴν ὁμοιότητα μὴ δυνήσεσϑαι διατηρεῖν. διὸ καὶ χρυσῆν εἰκόνα κατασκευάζεσϑαι κοίλην, εἰς ἣν ἐντεϑέντος τοῦ νεκροῦ περὶ τὴν εἰκόνα χεῖσϑαι τὴν ὕελον: τοῦ δὲ κατασκευάσματος τεϑέντος ἐπὶ τὸν τάφον διὰ τῆς ὑέλου φανῆναι τὸν χρυσὸν ἀφωμοιωμένον τῷ τετελευτηκότι. τοὺς μὲν οὖν πλουσίους αὐτῶν οὕτω ϑάπτεσϑαί φησι, τοὺς δ᾽ ἐλάττονας καταλιπόντας οὐσίας ἀργυρᾶς τυγχάνειν εἰκόνος, τοὺς δὲ πένητας κεραμίνης: τὴν δὲ ὕελον πᾶσιν ἐξαρκεῖν διὰ τὸ πλείστην γεννᾶσϑαι κατὰ τὴν Αἰϑιοπίαν καὶ τελέως παρὰ τοῖς ἐγχωρίοις ἐπιπολάζειν. περὶ δὲ τῶν νομίμων τῶν παρὰ τοῖς Αἰϑίοψι καὶ τῶν ἄλλων τῶν γινομένων ἐν τῇ τούτων χώρᾳ τὰ κυριώτατα καὶ μνήμης ἄξια μικρὸν ὕστερον ἀναγράψομεν, ὅταν καὶ τὰς παλαιὰς αὐτῶν πράξεις καὶ μυϑολογίας διεξίωμεν. Ἡ δὲ Σεμίραμις καταστήσασα τά τε κατὰ τὴν Αἰϑιοπίαν καὶ τὴν Αἴγυπτον ἐπανῆλϑε μετὰ τῆς δυνάμεως εἰς Βάκτρα τῆς Ἀσίας. ἔχουσα δὲ δυνάμεις μεγάλας καὶ πολυχρόνιον εἰρήνην ἄγουσα φιλοτίμως ἔσχε πρᾶξαί τι λαμπρὸν κατὰ πόλεμον. πυνϑανομένη δὲ τὸ τῶν Ἰνδῶν ἔϑνος μέγιστον εἶναι τῶν κατὰ τὴν οἰκουμένην καὶ πλείστην τε καὶ καλλίστην χώραν νέμεσϑαι, διενοεῖτο στρατεύειν εἰς τὴν Ἰνδικήν, ἧς ἐβασίλευε μὲν Σταβροβάτης κατ᾽ ἐκείνους τοὺς χρόνους, στρατιωτῶν δ᾽ εἶχεν ἀναρίϑμητον πλῆϑος: ὑπῆρχον δ᾽ αὐτῷ καὶ ἐλέφαντες 6 τάφον] τόπον II 18 τε om. D 26 Σταβροβάτης D.