Textus Originalis
198 DIODORI SICULI
ραμιν. καὶ πρῶτον μὲν ἐκ τοῦ καλάμου κατεσκεύασε πλοῖα ποτάμια τετρακισχίλια: ἡ γὰρ Ἰνδικὴ παρά τε τοὺς ποταμοὺς καὶ τοὺς ἑλώδεις τόπους φέρει καλάμου πλῆϑος, οὗ τὸ πάχος οὐκ ἂν ῥᾳδίως ἄνϑρωπος περιλάβοι: λέγεται δὲ καὶ τὰς ἐκ τούτων κατασκευαζομένας ναῦς διαφόρους κατὰ τὴν χρείαν ὑπάρχειν, οὔσης ἀσήπτου ταύτης τῆς ὕλης. ποιησάμενος δὲ καὶ τῆς τῶν ὅπλων κατασκευῆς πολλὴν ἐπιμέλειαν καὶ πᾶσαν ἐπελϑὼν τὴν Ἰνδικὴν ἤϑροισε δύναμιν πολὺ μείζονα τῆς Σεμιράμιδι συναχϑείσης. ποιησάμενος δὲ καὶ τῶν ἀγρίων ἐλεφάντων ϑήραν καὶ πολλαπλασιάσας τοὺς προϋπάρχοντας, ἐκόσμησεν ἅπαντας τοῖς εἰς τὸν πόλεμον καταπληκτικοῖς λαμπρῶς: διὸ καὶ συνέβαινε κατὰ τὴν ἔφοδον αὐτῶν διά τε τὸ πλῆϑος καὶ τὴν ἐπὶ τῶν ϑωρακίων κατασκευὴν ἀνυπόστατον ἀνϑρωπίνῃ φύσει φαίνεσϑαι τὴν ἐπιφάνειαν. Ἐπεὶ δ᾽ αὐτῷ πάντα τὰ πρὸς τὸν πόλεμον κατεσκεύαστο, πρὸς τὴν Σεμίραμιν καϑ᾽ ὁδὸν οὖσαν ἀπέστειλεν ἀγγέλους, ἐγκαλῶν ὅτι προκατάρχεται τοῦ πολέμου μηδὲν ἀδικηϑεῖσα: πολλὰ δὲ καὶ ἄρρητα κατ᾽ αὐτῆς ὡς ἑταίρας βλασφημήσας διὰ τῶν γραμμάτων καὶ ϑεοὺς ἐπιμαρτυράμενος, ἠπείλει καταπολεμήσας αὐτὴν σταυρῷ προσηλώσειν. ἡ δὲ Σεμίραμις ἀναγνοῦσα τὴν ἐπιστολὴν καὶ καταγελάσασα τῶν γεγραμμένων, διὰ τῶν ἔργων ἔφησε τὸν Ἰνδὸν 8 παρασκευῆς II 16 τὴν ἐπὶ] τὴν aut τὴν τῶν ἐπὶ Reiske ϑωρακίων] ϑηρίων Gemistus 18 τὰ add. Gemistus πρὸς] κατὰ C 22 ὡς ἑταίρας scripsi, ὡς ἑταίραν D, εἰς ἑτέραν C, εἰς ἑταιρείαν F.