Textus Originalis
II 16. 17. 197
γινόμενον μηδὲ διαπέσῃ φήμη πρὸς Ἰνδοὺς περὶ τούτων. Ἐπεὶ δ᾽ αἵ τε νῆες καὶ τὰ ϑηρία κατεσκευάσϑησαν ἐν τοῖς δυσὶν ἔτεσι, τῷ τρίτῳ μετεπέμψατο τὰς πανταχόϑεν δυνάμεις εἰς τὴν Βακτριανήν. τὸ δὲ πλῆϑος τῆς ἀϑροισϑείσης στρατιᾶς ἦν, ὡς Κτησίας ὁ Κνίδιος ἀνέγραψε, πεζῶν μὲν τριακόσιαι μυριάδες, ἱππέων δὲ εἴκοσι μυριάδες, ἁρμάτων δὲ δέκα μυριάδες. ὑπῆρχον δὲ καὶ ἄνδρες ἐπὶ καμήλων ὀχούμενοι, μαχαίρας τετραπήχεις ἔχοντες, τὸν ἀριϑμὸν ἴσοι τοῖς ἅρμασι. ναῦς δὲ ποταμίας κατεσκεύασε διαιρετὰς δισχιλίας, αἷς παρεσκευάσατο καμήλους τὰς πεζῇ παρακομιζούσας τὰ σκάφη. ἐφόρουν δὲ καὶ τὰ τῶν ἐλεφάντων εἴδωλα κάμηλοι, καϑότι προείρηται: πρὸς δ᾽ αὐτὰς τοὺς ἵππους οἱ στρατιῶται συνάγοντες συνήϑεις ἐποίουν τοῦ μὴ φοβεῖσϑαι τὴν ἀγριότητα τῶν ϑηρίων. τὸ παραπλήσιον δὲ πολλοῖς ἔτεσιν ὕστερον ἔπραξε Περσεὺς ὁ τῶν Μακεδόνων βασιλεύς, ὅτε πρὸς Ῥωμαίους ἔμελλε διακινδυνεύειν ἔχοντας ἐκ Λιβύης ἐλέφαντας. ἀλλ᾽ οὔτ᾽ ἐκείνῳ ῥοπὴν ἐνεγκεῖν εἰς τὸν πόλεμον συνέβη τὴν περὶ τὰ τοιαῦτα σπουδὴν καὶ φιλοτεχνίαν οὔτε Σεμιράμιδι: περὶ ὧν ἀκριβέστερον ὁ προϊὼν λόγος δηλώσει. Ὁ δὲ τῶν Ἰνδῶν βασιλεὺς Σταβροβάτης πυνϑανόμενος τά τε μεγέϑη τῶν ὀνομαζομένων δυνάμεων καὶ τὴν ὑπερβολὴν τῆς εἰς τὸν πόλεμον παρασκευῆς, ἔσπευδεν ἐν ἅπασιν ὑπερϑέσϑαι τὴν Σεμί- 8 εἴκοσι] πεντήκοντα C 15 πρὸς δ᾽] καὶ πρὸς CF αὐτοὺς CD 21 ἐνεγκεῖν] ἐπενεγκεῖν CF 26 ἑτοιμαζομένων F.