Textus Originalis

200 DIODORI SICULI

200 DIODORI SICULI

τῆς ἐλπίδος, ἀλλὰ τῶν ἐπὶ κατασκοπὴν ἐκπεμφϑέντων τοῖς Ἰνδοῖς ἀπαγγελλόντων τὸ πλῆϑος τῶν παρὰ τοῖς πολεμίοις ἐλεφάντων, ἅπαντες διηποροῦντο πόϑεν αὐτῇ συνακολουϑεῖ τοσοῦτο πλῆϑος ϑηρίων. οὐ μὴν ἔμεινέ γε τὸ ψεῦδος πλείω χρόνον κρυπτόμενον: τῶν γὰρ παρὰ τῇ Σεμιράμιδι στρατευομένων τινὲς κατελήφϑησαν νυκτὸς ἐν τῇ στρατοπεδείᾳ ῥᾳϑυμοῦντες τὰ περὶ τὰς φυλακάς: φοβηϑέντες δὲ τὴν ἐπακολουϑοῦσαν τιμωρίαν ηὐτομόλησαν πρὸς τοὺς πολεμίους καὶ τὴν κατὰ τοὺς ἐλέφαντας πλάνην ἀπήγγειλαν. ἐφ᾽ οἷς ϑαρρήσας ὁ τῶν Ἰνδῶν βασιλεὺς καὶ τῇ δυνάμει διαγγείλας τὰ περὶ τῶν εἰδώλων, ἐπέστρεψεν ἐπὶ τοὺς Ἀσσυρίους διατάξας τὴν δύναμιν. Τὸ δ᾽ αὐτὸ καὶ τῆς Σεμιράμιδος ἐπιτελούσης, ὡς ἤγγισαν ἀλλήλοις τὰ στρατόπεδα, Σταβροβάτης ὁ τῶν Ἰνδῶν βασιλεὺς προαπέστειλε πολὺ πρὸ τῆς φάλαγγος τοὺς ἱππεῖς μετὰ τῶν ἁρμάτων. δεξαμένης δὲ τῆς βασιλίσσης εὐρώστως τὴν ἔφοδον τῶν ἱππέων, καὶ τῶν κατεσκευασμένων ἐλεφάντων πρὸ τῆς φάλαγγος ἐν ἴσοις διαστήμασι τεταγμένων, συνέβαινε πτύρεσϑαι τοὺς τῶν Ἰνδῶν ἵππους. τὰ γὰρ εἴδωλα πόρρωϑεν μὲν ὁμοίαν εἶχε τὴν πρόσοψιν τοῖς ἀληϑινοῖς ϑηρίοις, οἷς συνήϑεις ὄντες οἱ τῶν Ἰνδῶν ἵπποι τεϑαρρηκότως προσίππευον: τοῖς δ᾽ ἐγγίσασιν ἥ τε ὀσμὴ προσέβαλλεν ἀσυνήϑης καὶ τἄλλα διαφορὰν ἔχοντα πάντα παμμεγέϑη [ἃ] τοὺς ἵππους ὁλοσχερῶς συνετάραττε. διὸ καὶ τῶν Ἰνδῶν οἱ μὲν 7 κατελήφϑησαν τινες vulg. 16 ἀλλήλων II 24 ἃ] om. CF.