Textus Originalis
II 18. 19. 201
ἐπὶ τὴν γῆν ἔπιπτον, οἱ δὲ τῶν ζῴων ἀπειϑούντων τοῖς χαλινοῖς ὡς ἐτύγχανεν εἰς τοὺς πολεμίους ἐξέπιπτον μετὰ τῶν κομιζόντων αὐτοὺς ἵππων. ἡ δὲ Σεμίραμις μετὰ στρατιωτῶν ἐπιλέκτων μαχομένη καὶ τῷ προτερήματι δεξιῶς χρησαμένη τοὺς Ἰνδοὺς ἐτρέψατο. ὧν φυγόντων πρὸς τὴν φάλαγγα Σταβροβάτης ὁ βασιλεὺς οὐ καταπλαγεὶς ἐπήγαγε τὰς τῶν πεζῶν τάξεις, προηγουμένων τῶν ἐλεφάντων, αὐτὸς δ᾽ ἐπὶ τοῦ δεξιοῦ κέρατος τεταγμένος καὶ τὴν μάχην ἐπὶ τοῦ κρατίστου ϑηρίου ποιούμενος ἐπήγαγε καταπληκτικῶς ἐπὶ τὴν βασίλισσαν κατ᾽ αὐτὸν τυχικῶς τεταγμένην. τὸ δ᾽ αὐτὸ καὶ τῶν ἄλλων ἐλεφάντων ποιησάντων ἡ μετὰ τῆς Σεμιράμιδος δύναμις βραχὺν ὑπέστη χρόνον τὴν τῶν ϑηρίων ἔφοδον: τὰ γὰρ ζῷα διάφορα ταῖς ἀλκαῖς ὄντα καὶ ταῖς ἰδίαις ῥώμαις πεποιϑότα πάντα τὸν ὑφιστάμενον ῥᾳδίως ἀνῄρει. διόπερ πολὺς καὶ παντοῖος ἐγένετο φόνος, τῶν μὲν ὑπὸ τοὺς πόδας ὑποπιπτόντων, τῶν δὲ τοῖς ὀδοῦσιν ἀνασχιζομένων, ἐνίων δὲ ταῖς προβοσκίσιν ἀναρριπτουμένων. συχνοῦ δὲ πλήϑους νεκρῶν σωρευομένου καὶ τοῦ κινδύνου τοῖς ὁρῶσι δεινὴν ἔκπληξιν καὶ φόβον παριστάντος, οὐδεὶς ἔτι μένειν ἐπὶ τῆς τάξεως ἐτόλμα. τραπέντος οὖν τοῦ πλήϑους παντὸς ὁ βασιλεὺς τῶν Ἰνδῶν ἐπ᾽ αὐτὴν ἐβιάζετο τὴν Σεμίραμιν. καὶ τὸ μὲν πρῶτον ἐπ᾽ ἐκείνην τοξεύσας ἔτυχε τοῦ βραχίονος, ἔπειτ᾽ ἀκοντίσας διήλασε διὰ τοῦ νώτου τῆς βασιλίσσης, πλαγίας ἐνεχϑείσης τῆς πληγῆς: διόπερ οὐδὲν παϑοῦσα 2 ἐτύγχανον ABG 6 τὴν] τῶν Ἰνδῶν add. D 10 ἐπὶ] ἀπὸ Hertlein 21 σωρευομένου CD 23 παντὸς CF.