Textus Originalis

II 20. 21. 22. 205

II 20. 21. 22. 205

χοῦσιν ἑτοίμην οὖσαν τιμωρίαν. τὰς δὲ κατ᾽ ἐνιαυτὸν ἀλλαγὰς τῶν στρατιωτῶν ἐπενόησεν, ἵνα πρὶν ἢ καλῶς γνωσϑῆναι τοὺς στρατηγοὺς καὶ τοὺς ἄλλους ἅπαντας ὑπ᾽ ἀλλήλων, ἕκαστος εἰς τὴν ἰδίαν διαχωρίζηται πατρίδα: ὁ γὰρ πολὺς χρόνος τῆς στρατείας ἐμπειρίαν τε τῶν κατὰ τὸν πόλεμον καὶ φρόνημα τοῖς ἡγεμόσι περιτίϑησι, καὶ τὸ πλεῖστον ἀφορμὰς παρέχεται μεγάλας πρὸς ἀπόστασιν καὶ συνωμοσίαν κατὰ τῶν ἡγουμένων. τὸ δὲ μηδ᾽ ὑφ᾽ ἑνὸς τῶν ἔξωϑεν ϑεωρεῖσϑαι τῆς μὲν περὶ αὐτὸν τρυφῆς ἄγνοιαν παρείχετο πᾶσι, καϑάπερ δὲ ϑεὸν ἀόρατον διὰ τὸν φόβον ἕκαστος οὐδὲ λόγῳ βλασφημεῖν ἐτόλμα. στρατηγοὺς δὲ καὶ σατράπας καὶ διοικητάς, ἔτι δὲ δικαστὰς καϑ᾽ ἕκαστον ἔϑνος ἀποδείξας καὶ τἄλλα πάντα διατάξας ὥς ποτ᾽ ἔδοξεν αὐτῷ συμφέρειν, τὸν τοῦ ζῆν χρόνον κατέμεινεν ἐν τῇ Νίνῳ. παραπλησίως δὲ τούτῳ καὶ οἱ λοιποὶ βασιλεῖς, παῖς παρὰ πατρὸς διαδεχόμενος τὴν ἀρχήν, ἐπὶ γενεὰς τριάκοντα ἐβασίλευσαν μέχρι Σαρδαναπάλλου: ἐπὶ τούτου γὰρ ἡ τῶν Ἀσσυρίων ἡγεμονία μετέπεσεν εἰς Μήδους, ἔτη διαμείνασα πλείω τῶν χιλίων καὶ τριακοσίων [ἔτι δ᾽ ἑξήκοντα], καϑάπερ φησὶ Κτησίας ὁ Κνίδιος ἐν τῇ δευτέρᾳ βίβλῳ. Τὰ δ᾽ ὀνόματα πάντα τῶν βασιλέων καὶ τὸ πλῆϑος τῶν ἐτῶν ὧν ἕκαστος ἐβασίλευσεν οὐ κατεπείγει γράφειν διὰ τὸ μηδὲν ὑπ᾽ αὐτῶν πεπρᾶχϑαι 2 καταλλαγὰς II 4 ἀπ᾽ ἀλλ. εἰς τ. ἰ. ἕκαστος χωρίζηται π. vulg. 7 τὸ A, τὸ μὲν ceteri 8 μεγάλας om. II 10 μὲν] ἀληϑοῦς add. CF 13 δὲ] τε D 16 ἐν om. CF 18 παρὰ om. D 19 Σαρδαναπάλου vulg. (semper) 22 ἔτι δ᾽ ἑξήκοντα codices; cf. c. 28, 8 24 πάντων F.