Textus Originalis

204 DIODORI SICULI

204 DIODORI SICULI

επίβολον οὖσαν καὶ τολμηρὰν κατασχεῖν τὴν ἀρχήν, καὶ μέχρι γήρως βασιλεύσασαν πολλὰ καὶ μεγάλα κατεργάσασϑαι. περὶ μὲν οὖν τῶν κατὰ [τὴν] Σεμίραμιν τοιαύτας ἀντιλογίας εἶναι συμβαίνει παρὰ τοῖς συγγραφεῦσι. Μετὰ δὲ τὸν ταύτης ϑάνατον Νινύας ὁ Νίνου καὶ Σεμιράμιδος υἱὸς παραλαβὼν τὴν ἀρχὴν ἦρχεν εἰρηνικῶς, τὸ φιλοπόλεμον καὶ κεκινδυνευμένον τῆς μητρὸς οὐδαμῶς ζηλώσας. πρῶτον μὲν γὰρ ἐν τοῖς βασιλείοις τὸν ἅπαντα χρόνον διέτριβεν, ὑπ᾽ οὐδενὸς ὁρώμενος πλὴν τῶν παλλακίδων καὶ τῶν περὶ αὐτὸν εὐνούχων, ἐζήλου δὲ τρυφὴν καὶ ῥᾳϑυμίαν καὶ τὸ μηδέποτε κακοπαϑεῖν μηδὲ μεριμνᾶν, ὑπολαμβάνων βασιλείας εὐδαίμονος εἶναι τέλος τὸ πάσαις χρῆσϑαι ταῖς ἡδοναῖς ἀνεπικωλύτως. πρὸς δὲ τὸ τὴν ἀσφάλειαν τῆς ἀρχῆς καὶ τὸν κατὰ τῶν ἀρχομένων γινόμενον φόβον κατ᾽ ἐνιαυτὸν μετεπέμπετο στρατιωτῶν ἀριϑμὸν ὡρισμένον καὶ στρατηγὸν ἀπὸ ἔϑνους ἑκάστου, καὶ τὸ μὲν ἐκ πάντων ἀϑροισϑὲν στράτευμα ἐκτὸς τῆς πόλεως συνεῖχεν, ἑκάστου τῶν ἐϑνῶν τὸν εὐνούστατον τῶν περὶ αὑτὸν ἀποδεικνύων ἡγεμόνα: τοῦ δ᾽ ἐνιαυτοῦ διελϑόντος μετεπέμπετο πάλιν ἀπὸ τῶν ἐϑνῶν τοὺς ἴσους στρατιώτας, καὶ τοὺς προτέρους ἀπέλυεν εἰς τὰς πατρίδας. οὗ συντελουμένου συνέβαινε τοὺς ὑπὸ τὴν βασιλείαν τεταγμένους ἅπαντας καταπεπλῆχϑαι, ϑεωροῦντας ἀεὶ μεγάλας δυνάμεις ἐν ὑπαίϑρῳ στρατοπεδευομένας καὶ τοῖς ἀφισταμένοις ἢ μὴ πειϑαρ- 3 τὴν om. D 16 ἀνεπικαλύπτως CF 20 ἑκάστῳ CF 26 πάντας vulg. 27 δυνάμεις μεγάλας vulg.