Textus Originalis

II 22. 23. 207

II 22. 23. 207

φασι Μεμνόνεια. οὐ μὴν ἀλλὰ τοῖς Τρωσὶ λέγεται βοηϑῆσαι τὸν Μέμνονα μετὰ δισμυρίων μὲν πεζῶν, ἁρμάτων δὲ διακοσίων: ὃν ϑαυμασϑῆναί τε δι᾽ ἀνδρείαν καὶ πολλοὺς ἀνελεῖν ἐν ταῖς μάχαις τῶν Ἑλλήνων, τὸ δὲ τελευταῖον ὑπὸ Θετταλῶν ἐνεδρευϑέντα κατασφαγῆναι: τοῦ δὲ σώματος τοὺς Αἰϑίοπας ἐγκρατεῖς γενομένους κατακαῦσαί τε τὸν νεκρὸν καὶ τὰ ὀστᾶ πρὸς Τιϑωνὸν ἀποκομίσαι. περὶ μὲν οὖν Μέμνονος τοιαῦτ᾽ ἐν ταῖς βασιλικαῖς ἀναγραφαῖς ἱστορεῖσϑαί φασιν οἱ βάρβαροι. Σαρδανάπαλλος δέ, τριακοστὸς μὲν ὢν ἀπὸ Νίνου τοῦ συστησαμένου τὴν ἡγεμονίαν, ἔσχατος δὲ γενόμενος Ἀσσυρίων βασιλεύς, ὑπερῆρεν ἅπαντας τοὺς πρὸ αὐτοῦ τρυφῇ καὶ ῥᾳϑυμίᾳ. χωρὶς γὰρ τοῦ μηδ᾽ ὑφ᾽ ἑνὸς τῶν ἔξωϑεν ὁρᾶσϑαι βίον ἔζησε γυναικός, καὶ διαιτώμενος μὲν μετὰ τῶν παλλακίδων, πορφύραν δὲ καὶ τὰ μαλακώτατα τῶν ἐρίων ταλασιουργῶν, στολὴν μὲν γυναικείαν ἐνεδεδύκει, τὸ δὲ πρόσωπον καὶ πᾶν τὸ σῶμα ψιμυϑίοις καὶ τοῖς ἄλλοις τοῖς τῶν ἑταιρῶν ἐπιτηδεύμασιν ἁπαλώτερον πάσης γυναικὸς τρυφερᾶς κατεσκεύαστο. ἐπετήδευσε δὲ καὶ τὴν φωνὴν ἔχειν γυναικώδη καὶ κατὰ τοὺς πότους οὐ μόνον ποτῶν καὶ βρωτῶν τῶν δυναμένων μάλιστα τὰς ἡδονὰς παρέχεσϑαι συνεχῶς ἀπολαύειν, ἀλλὰ καὶ τὰς ἀφροδισιακὰς τέρψεις μεταδιώκειν ἀνδρὸς ἅμα καὶ γυναικός: ἐχρῆτο γὰρ ταῖς ἐπ᾽ ἀμφότερα συνουσίαις ἀνέδην, τῆς ἐκ τῆς πράξεως 2 βοηϑήσαντα II 3 ὃν ϑαυμασϑῆναι] ὀνομασϑῆναι II 4 ἐν τ. μ. ἀνελεῖν vulg. 7 τε om. CF1 8 οὖν] τοῦ add. vulg. 15 γυναικός] γυναικώδη D 23 βρωτῶν καὶ ποτῶν vulg.