Textus Originalis
208 DIODORI SICULI
αἰσχύνης οὐδὲν ὅλως φροντίζων. ἐπὶ τοσοῦτο δὲ προήχϑη τρυφῆς καὶ τῆς αἰσχίστης ἡδονῆς καὶ ἀκρασίας ὥστ᾽ ἐπικήδειον εἰς αὑτὸν ποιῆσαι καὶ παραγγεῖλαι τοῖς διαδόχοις τῆς ἀρχῆς μετὰ τὴν ἑαυτοῦ τελευτὴν ἐπὶ τὸν τάφον ἐπιγράψαι τὸ συγγραφὲν μὲν ὑπ᾽ ἐκείνου βαρβαρικῶς, μεϑερμηνευϑὲν δὲ ὕστερον ὑπό τινος Ἕλληνος, εὖ εἰδὼς ὅτι ϑνητὸς ἔφυς, σὸν ϑυμὸν ἄεξε τερπόμενος ϑαλίῃσι: ϑανόντι σοι οὔτις ὄνησις. καὶ γὰρ ἐγὼ σποδός εἰμι, Νίνου μεγάλης βασιλεύσας. ταῦτ᾽ ἔχω ὅσσ᾽ ἔφαγον καὶ ἐφύβρισα καὶ μετ᾽ ἔρωτος τέρπν᾽ ἔπαϑον, τὰ δὲ πολλὰ καὶ ὄλβια κεῖνα λέλειπται. τοιοῦτος δ᾽ ὢν τὸν τρόπον οὐ μόνον αὐτὸς αἰσχρῶς κατέστρεψε τὸν βίον, ἀλλὰ καὶ τὴν Ἀσσυρίων ἡγεμονίαν ἄρδην ἀνέτρεψε, πολυχρονιωτάτην γενομένην τῶν μνημονευομένων. Ἀρβάκης γάρ τις, Μῆδος μὲν τὸ γένος, ἀνδρείᾳ δὲ καὶ ψυχῆς λαμπρότητι διαφέρων, ἐστρατήγει Μήδων τῶν κατ᾽ ἐνιαυτὸν ἐκπεμπομένων εἰς τὴν Νίνον. κατὰ δὲ τὴν στρατείαν γενόμενος συνήϑης τῷ στρατηγῷ τῶν Βαβυλωνίων, ὑπ᾽ ἐκείνου παρεκλήϑη καταλῦσαι τὴν τῶν Ἀσσυρίων ἡγεμονίαν. ἦν δ᾽ οὗτος ὄνομα μὲν Βέλεσυς, τῶν δ᾽ ἱερέων ἐπισημότατος, οὓς Βαβυλώνιοι καλοῦσι Χαλδαίους. ἐμπειρίαν οὖν ἔχων μεγίστην ἀστρολογίας τε καὶ μαντικῆς προέλεγε τοῖς 8—10 tres versus om. II 8 ἄεξε Tzetzes, Chil. 3, 453; δέξαι D 9 ὄνησει D 22 στρατιὰν DF 26 Βέλεσις CF.