Textus Originalis
II 31. 32. 223
οἰκείας ἱστορίας: περὶ δὲ τῆς Ἀσσυρίων βασιλείας ὡς ὑπὸ Μήδων κατελύϑη προειρηκότες ἐπάνιμεν ὅϑεν ἐξέβημεν. Ἐπεὶ δὲ διαφωνοῦσιν οἱ παλαιότατοι τῶν συγγραφέων περὶ τῆς μεγίστης τῶν Μήδων ἡγεμονίας, οἰκεῖον εἶναι διαλαμβάνομεν τοῖς φιλαλήϑως τὰς πράξεις ἱστορεῖν βουλομένοις τὴν διαφορὰν τῶν ἱστοριογράφων παρ᾽ ἄλληλα ϑεῖναι. Ἡρόδοτος μὲν οὖν κατὰ Ξέρξην γεγονὼς τοῖς χρόνοις φησὶν Ἀσσυρίους ἔτη πεντακόσια πρότερον τῆς Ἀσίας ἄρξαντας ὑπὸ Μήδων καταλυϑῆναι, ἔπειτα βασιλέα μὲν μηδένα γενέσϑαι τὸν ἀμφισβητήσοντα τῶν ὅλων ἐπὶ πολλὰς γενεάς, τὰς δὲ πόλεις καϑ᾽ ἑαυτὰς ταττομένας διοικεῖσϑαι δημοκρατικῶς: τὸ δὲ τελευταῖον πολλῶν ἐτῶν διελϑόντων αἱρεϑῆναι βασιλέα παρὰ τοῖς Μήδοις ἄνδρα δικαιοσύνῃ διάφορον, ὄνομα Κυαξάρην. τοῦτον δὲ πρῶτον ἐπιχειρῆσαι προσάγεσϑαι τοὺς πλησιοχώρους, καὶ τοῖς Μήδοις ἀρχηγὸν γενέσϑαι τῆς τῶν ὅλων ἡγεμονίας: ἔπειτα τοὺς ἐκγόνους ἀεὶ προσκατακτωμένους πολλὴν τῆς ὁμόρου χώρας αὐξῆσαι τὴν βασιλείαν μέχρι Ἀστυάγους τοῦ καταπολεμηϑέντος ὑπὸ Κύρου καὶ Περσῶν. περὶ ὧν νῦν ἡμεῖς τὰ κεφάλαια προειρηκότες τὰ κατὰ μέρος ὕστερον ἀκριβῶς ἀναγράψομεν, ἐπειδὰν ἐπὶ τοὺς οἰκείους χρόνους ἐπιβάλωμεν: κατὰ γὰρ τὸ δεύτερον ἔτος τῆς ἑπτακαιδεκάτης ὀλυμπιάδος ᾑρέϑη βασιλεὺς ὑπὸ Μήδων Κυαξάρης καϑ᾽ Ἡρόδο- 4 παλαιότατοι] μέγιστοι II 10 Ἀσίας] Ἀσσυρίας D 12 ἀμφισβητήσαντα E 17 κυάξαριν II 18 τοῖς Μ. καὶ vulg. 21 κυάξαρις D.