Textus Originalis

222 DIODORI SICULI

222 DIODORI SICULI

οὖσαν διὰ τὴν βαρύτητα, διαπορευομένην δ᾽ ἐν ἐλαχίστῳ χρόνῳ τὸν ἑαυτῆς δρόμον, οὐ διὰ τὴν ὀξύτητα τῆς φορᾶς, ἀλλὰ διὰ τὴν βραχύτητα τοῦ κύκλου. ὅτι δὲ τὸ φῶς ἀλλότριον ἔχει καὶ διότι τὰς ἐκλείψεις ποιεῖται διὰ τὸ σκίασμα τῆς γῆς παραπλήσια λέγουσι τοῖς Ἕλλησι. περὶ δὲ τῆς κατὰ τὸν ἥλιον ἐκλείψεως ἀσϑενεστάτας ἀποδείξεις φέροντες οὐ τολμῶσι προλέγειν οὐδ᾽ ἀκριβῶς ὑπὲρ ταύτης περιγράφειν τοὺς χρόνους. περὶ δὲ τῆς γῆς ἰδιωτάτας ἀποφάσεις ποιοῦνται, λέγοντες ὑπάρχειν αὐτὴν σκαφοειδῆ καὶ κοίλην, καὶ πολλὰς καὶ πιϑανὰς ἀποδείξεις εὐποροῦσι περί τε ταύτης καὶ περὶ τῶν ἄλλων τῶν κατὰ τὸν κόσμον: ὑπὲρ ὧν τὰ κατὰ μέρος διεξιέναι τῆς ὑποκειμένης ἱστορίας ἀλλότριον εἶναι νομίζομεν. τοῦτο μέντοι γε διαβεβαιώσαιτ᾽ ἄν τις προσηκόντως ὅτι Χαλδαῖοι μεγίστην ἕξιν ἐν ἀστρολογίᾳ τῶν ἁπάντων ἀνϑρώπων ἔχουσι καὶ διότι πλείστην ἐπιμέλειαν ἐποιήσαντο ταύτης τῆς ϑεωρίας. περὶ δὲ τοῦ πλήϑους τῶν ἐτῶν, ἐν οἷς φασι τὴν ϑεωρίαν τῶν κατὰ τὸν κόσμον πεποιῆσϑαι τὸ σύστημα τῶν Χαλδαίων, οὐκ ἄν τις ῥᾳδίως πιστεύσειεν: ἐτῶν γὰρ ἑπτὰ καὶ τετταράκοντα μυριάδας καὶ τρεῖς ἐπὶ ταύταις χιλιάδας εἰς τὴν Ἀλεξάνδρου διάβασιν γεγονέναι καταριϑμοῦσιν, ἀφ᾽ οὗ τὸ παλαιὸν ἤρξαντο τῶν ἄστρων τὰς παρατηρήσεις ποιεῖσϑαι. Καὶ περὶ μὲν Χαλδαίων ἀρκεσϑησόμεϑα τοῖς ῥηϑεῖσιν, ἵνα μὴ μακρότερον ἀποπλανώμεϑα τῆς 1 βραχύτητα II ἐλαχίστῳ] ὀλίγῳ II 3 αὐτῆς CF 9 παραγράφειν libri, corr. Wess. 16 προσηκόντως om. D.