Textus Originalis
II 33. 34. 225
ἐκδεδομένος τὴν ἰδίαν ἀδελφὴν τῷ μάλιστα δυναστεύοντι κατὰ τούτους τοὺς τόπους. γενόμενον δ᾽ ἀποστάτην καὶ πείσαντα τὸ σύμπαν ἔϑνος ἀντέχεσϑαι τῆς ἐλευϑερίας, αἱρεϑῆναι στρατηγὸν διὰ τὴν ἀνδρείαν. ἔπειτα πυνϑανόμενον ἀϑροιζομένην ἐπ᾽ αὐτὸν μεγάλην δύναμιν, καϑοπλίσαι τοὺς Καδουσίους πανδημεί, καὶ καταστρατοπεδεῦσαι πρὸς ταῖς εἰς τὴν χώραν εἰσβολαῖς ἔχοντα τοὺς σύμπαντας οὐκ ἐλάττους εἴκοσι μυριάδων. τοῦ δὲ βασιλέως Ἀρταίου στρατεύσαντος ἐπ᾽ αὐτὸν μυριάσιν ὀγδοήκοντα μάχῃ κρατῆσαι καὶ πλείους μὲν τῶν πεντακισμυρίων ἀνελεῖν, τὴν δ᾽ ἄλλην δύναμιν ἐκβαλεῖν ἐκ τῆς Καδουσίων χώρας. διὸ καὶ παρὰ τοῖς ἐγχωρίοις ϑαυμαζόμενον αἱρεϑῆναί τε βασιλέα καὶ τὴν Μηδίαν συνεχῶς λεηλατεῖν καὶ πάντα τόπον καταφϑείρειν. μεγάλης δὲ δόξης τυχόντα, καὶ γήρᾳ μέλλοντα καταστρέφειν τὸν βίον, ἀρὰν ϑέσϑαι παραστησάμενον τὸν διαδεχόμενον τὴν ἀρχήν, ὅπως μηδέποτε διαλύσωνται τὴν ἔχϑραν Καδούσιοι πρὸς Μήδους: εἰ δὲ σύνϑοιντο ὁμολογίας, ἐξώλεις γενέσϑαι τούς τε ἀπὸ τοῦ γένους αὐτοῦ καὶ Καδουσίους ἅπαντας. διὰ δὴ ταύτας τὰς αἰτίας ἀεὶ πολεμικῶς ἐσχηκέναι Καδουσίους πρὸς Μήδους, καὶ μηδέποτε τοῖς τούτων βασιλεῦσιν ὑπηκόους γεγονέναι, μέχρι οὗ Κῦρος εἰς Πέρσας μετέστησε τὴν ἡγεμονίαν. Τῶν δὲ Μήδων βασιλεῦσαι μετὰ τὴν Ἀρταίου τελευτὴν Ἀρτύνην μὲν ἔτη δύο πρὸς τοῖς εἴκοσι, 8 ἐκβολαῖς II 11 μάχῃ om. 13 Καδουσίας D 14 τε om. vulg. 16 γήραιον F 17 παραιτησάμενον II 25 οὗ] ὅτου II περιέστησε C, διέστησε F 27 ἀρτιήνην D.