Textus Originalis
226 DIODORI SICULI
Ἀστιβάραν δὲ τετταράκοντα. ἐπὶ δὲ τούτου Πάρϑους ἀποστάντας Μήδων Σάκαις τήν τε χώραν καὶ τὴν πόλιν ἐγχειρίσαι. διόπερ συστάντος πολέμου τοῖς Σάκαις πρὸς Μήδους ἐπ᾽ ἔτη πλείω γενέσϑαι τε μάχας οὐκ ὀλίγας καὶ συχνῶν παρ᾽ ἀμφοτέροις ἀναιρεϑέντων τὸ τελευταῖον εἰρήνην αὐτοὺς ἐπὶ τοῖσδε συνϑέσϑαι, Πάρϑους μὲν ὑπὸ Μήδους τετάχϑαι, τῶν δὲ προϋπαρχόντων ἑκατέρους κυριεύσαντας φίλους εἶναι καὶ συμμάχους ἀλλήλοις εἰς τὸν ἅπαντα χρόνον. βασιλεῦσαι δὲ τότε τῶν Σακῶν γυναῖκα τὰ κατὰ πόλεμον ἐζηλωκυῖαν καὶ τόλμῃ τε καὶ πράξει πολὺ διαφέρουσαν τῶν ἐν Σάκαις γυναικῶν, ὄνομα Ζαρίναν. καϑόλου μὲν οὖν τὸ ἔϑνος τοῦτο γυναῖκας ἀλκίμους ἔχειν καὶ κοινωνούσας τοῖς ἀνδράσι τῶν ἐν τοῖς πολέμοις κινδύνων, ταύτην δὲ λέγεται τῷ τε κάλλει γενέσϑαι πασῶν ἐκπρεπεστάτην καὶ ταῖς ἐπιβολαῖς καὶ τοῖς κατὰ μέρος ἐγχειρήμασι ϑαυμαστήν. τῶν μὲν γὰρ πλησιοχώρων βαρβάρων τοὺς ἐπηρμένους τῷ ϑράσει καὶ καταδουλουμένους τὸ ἔϑνος τῶν Σακῶν καταπολεμῆσαι, τῆς δὲ χώρας πολλὴν ἐξημερῶσαι, καὶ πόλεις οὐκ ὀλίγας κτίσαι, καὶ τὸ σύνολον εὐδαιμονέστερον τὸν βίον τῶν ὁμοεϑνῶν ποιῆσαι. διὸ καὶ τοὺς ἐγχωρίους μετὰ τὴν τελευτὴν αὐτῆς χάριν ἀποδιδόντας τῶν εὐεργεσιῶν καὶ τῆς ἀρετῆς μνημονεύοντας τάφον οἰκοδομῆσαι πολὺ τῶν ὄντων παρ᾽ αὐτοῖς ὑπερέχοντα: ὑποστη- 1 Ἀστυβάραν Gemistus, ἀρτιβάρναν CF, γαρταμέρνην D 4 πλείω] πλείους δύο F, δύο Gemistus — 5 ἀμφοτέρων CF 6 αὐτοῖς D 11 πόλεμον] μὲν add. II τε om. D 13 ζαρίνναν D 14 ἔχει vulg. 16 εὐπρεπεστάτην vulg.