Textus Originalis
228 DIODORI SICULI
Νεῖλον. τὸ δὲ μέγεϑος τῆς ὅλης Ἰνδικῆς φασιν ὑπάρχειν ἀπὸ μὲν ἀνατολῶν πρὸς δύσιν δισμυρίων ὀκτακισχιλίων σταδίων, ἀπὸ δὲ τῶν ἄρκτων πρὸς μεσημβρίαν τρισμυρίων δισχιλίων. τηλικαύτη δ᾽ οὖσα τὸ μέγεϑος δοκεῖ τοῦ κόσμου μάλιστα περιέχειν τὸν τῶν ϑερινῶν τροπῶν κύκλον, καὶ πολλαχῇ μὲν ἐπ᾽ ἄκρας τῆς Ἰνδικῆς ἰδεῖν ἔστιν ἀσκίους ὄντας τοὺς γνώμονας, νυχτὸς δὲ τὰς ἄρκτους ἀϑεωρήτους: ἐν δὲ τοῖς ἐσχάτοις οὐδ᾽ αὐτὸν τὸν ἀρκτοῦρον φαίνεσϑαι: καϑ᾽ ὃν δὴ τόπον φασὶ καὶ τὰς σκιὰς κεκλίσϑαι πρὸς μεσημβρίαν. ἡ δ᾽ οὖν Ἰνδικὴ πολλὰ μὲν ὄρη καὶ μεγάλα ἔχει δένδρεσι παντοδαποῖς καρπίμοις πλήϑοντα, πολλὰ δὲ πεδία καὶ μεγάλα καρποφόρα, τῷ μὲν κάλλει διάφορα, ποταμῶν δὲ πλήϑεσι διαρρεόμενα. τὰ πολλὰ δὲ τῆς χώρας ἀρδεύεται, καὶ διὰ τοῦτο διττοὺς ἔχει τοὺς κατ᾽ ἔτος καρπούς: ζῴων τε παντοδαπῶν γέμει διαφόρων τοῖς μεγέϑεσι καὶ ταῖς ἀλκαῖς, τῶν μὲν χερσαίων, τῶν δὲ καὶ πτηνῶν. καὶ πλείστους δὲ καὶ μεγίστους ἐλέφαντας ἐκτρέφει, χορηγοῦσα τὰς τροφὰς ἀφϑόνους, δι᾽ ἃς ταῖς ῥώμαις τὰ ϑηρία ταῦτα πολὺ προέχει τῶν κατὰ τὴν Λιβύην γεννωμένων: διὸ καὶ πολλῶν ϑηρευομένων ὑπὸ τῶν Ἰνδῶν καὶ πρὸς τοὺς πολεμικοὺς ἀγῶνας κατασκευαζομένων μεγάλας συμβαίνει ῥοπὰς γίνεσϑαι πρὸς τὴν νίκην. ὁμοίως δὲ καὶ τοὺς ἀνϑρώπους ἡ πολυκαρπία τρέφουσα τοῖς τε ἀναστήμασι τῶν σωμάτων καὶ τοῖς ὄγκοις ὑπερ- 2 πρὸς] ἐπὶ II. 5 μάλιστα τοῦ κ. vulg. 10 τόπον Hertlein, τρόπον libri 15 διαιρούμενα vulg. 19 δὲ καὶ] δὲ C 20 ἀφϑόνως vulg. 25 γένεσϑαι ῥοπὰς vulg. 26 φέρουσα C.