Textus Originalis
II 35. 36. 229
φέροντας κατασκευάζει: εἶναι δ᾽ αὐτοὺς συμβαίνει καὶ πρὸς τὰς τέχνας ἐπιστήμονας, ὡς ἂν ἀέρα μὲν ἕλκοντας καϑαρόν, ὕδωρ δὲ λεπτομερέστατον πίνοντας. ἡ δὲ γῆ πάμφορος οὖσα τοῖς ἡμέροις καρποῖς ἔχει καὶ φλέβας καταγείους πολλῶν καὶ παντοδαπῶν μετάλλων: γίνεται γὰρ ἐν αὐτῇ πολὺς μὲν ἄργυρος καὶ χρυσός, οὐκ ὀλίγος δὲ χαλκὸς καὶ σίδηρος, ἔτι δὲ καττίτερος καὶ τἄλλα τὰ πρὸς κόσμον τε καὶ χρείαν καὶ πολεμικὴν παρασκευὴν ἀνήκοντα. χωρὶς δὲ τῶν δημητριακῶν καρπῶν φύεται κατὰ τὴν Ἰνδικὴν πολλὴ μὲν κέγχρος, ἀρδευομένη τῇ τῶν ποταμίων ναμάτων δαψιλείᾳ, πολὺ δ᾽ ὄσπριον καὶ διάφορον, ἔτι δ᾽ ὄρυζα καὶ ὁ προσαγορευόμενος βόσπορος, καὶ μετὰ ταῦτ᾽ ἄλλα πολλὰ τῶν πρὸς διατροφὴν χρησίμων καὶ τούτων τὰ πολλὰ ὑπάρχει αὐτοφυῆ. οὐκ ὀλίγους δὲ καὶ ἄλλους ἐδωδίμους καρποὺς φέρει δυναμένους τρέφειν ζῷα, περὶ ὧν μακρὸν ἂν εἴη γράφειν. διὸ καί φασι μηδέποτε τὴν Ἰνδικὴν ἐπισχεῖν λιμὸν ἢ καϑόλου σπάνιν τῶν πρὸς τροφὴν ἥμερον ἀνηκόντων. διττῶν γὰρ ὄμβρων ἐν αὐτῇ γινομένων καϑ᾽ ἕκαστον ἔτος, τοῦ μὲν χειμερινοῦ, καϑὰ παρὰ τοῖς ἄλλοις, ὁ σπόρος τῶν πυρίνων γίνεται καρπῶν, τοῦ δ᾽ ἑτέρου κατὰ τὴν ϑερινὴν τροπὴν [καϑ᾽ ἣν] σπείρεσϑαι συμβαίνει τὴν ὄρυζαν καὶ τὸν βόσπορον, ἔτι δὲ σήσαμον καὶ κέγχρον: κατὰ δὲ τὸ πλεῖστον ἀμφοτέροις τοῖς καρ- 13 τὸ προσαγορευόμενον βόσπορον vulg. 15 πολλὰ] πλείω II καὶ τούτων ... αὐτοφυῆ om. II 17 φέρει om. II 20 ὄμβρων] καρπῶν II 22 καϑὰ] οὗ καϑὰ Eichstädt 23 καϑ᾽ ἣν inclusi 26 δὲ del. Reiske, μὲν Dind.