Textus Originalis

II 38. 39. 40. 235

II 38. 39. 40. 235

καὶ τούτων τὴν ἐπιφανεστάτην καὶ μεγίστην προσαγορεῦσαι Παλίβοϑρα. κατασκευάσαι δ᾽ ἐν αὐτῇ καὶ βασίλεια πολυτελῆ καὶ πλῆϑος οἰκητόρων καϑιδρῦσαι: τήν τε πόλιν ὀχυρῶσαι τάφροις ἀξιολόγοις ποταμίοις ὕδασι πληρουμέναις. καὶ τὸν μὲν Ἡρακλέα τὴν ἐξ ἀνϑρώπων μετάστασιν ποιησάμενον ἀϑανάτου τυχεῖν τιμῆς, τοὺς δ᾽ ἀπογόνους αὐτοῦ βασιλεύσαντας ἐπὶ πολλὰς γενεὰς καὶ πράξεις ἀξιολόγους μεταχειρισαμένους μήτε στρατείαν ὑπερόριον ποιήσασϑαι μήτε ἀποικίαν εἰς ἀλλοεϑνεῖς ἀποστεῖλαι. ὕστερον δὲ πολλοῖς ἔτεσι τὰς πλείστας μὲν τῶν πόλεων δημοκρατηϑῆναι, τινῶν δ᾽ ἐϑνῶν τὰς βασιλείας διαμεῖναι μέχρι τῆς Ἀλεξάνδρου διαβάσεως. Νομίμων δ᾽ ὄντων παρὰ τοῖς Ἰνδοῖς ἐνίων ἐξηλλαγμένων ϑαυμασιώτατον ἄν τις ἡγήσαιτο τὸ καταδειχϑὲν ὑπὸ τῶν ἀρχαίων παρ᾽ αὐτοῖς φιλοσόφων: νενομοϑέτηται γὰρ παρ᾽ αὐτοῖς δοῦλον μὲν μηδένα εἶναι τὸ παράπαν, ἐλευϑέρους δ᾽ ὑπάρχοντας τὴν ἰσότητα τιμᾶν ἐν πᾶσι. τοὺς γὰρ μαϑόντας μήϑ᾽ ὑπερέχειν μήϑ᾽ ὑποπίπτειν ἄλλοις κράτιστον ἕξειν βίον πρὸς ἁπάσας τὰς περιστάσεις: εὔηϑες γὰρ εἶναι νόμους μὲν ἐπ᾽ ἴσης τιϑέναι πᾶσι, τὰς δ᾽ οὐσίας ἀνωμάλους κατασκευάζειν. τὸ δὲ πᾶν πλῆϑος τῶν Ἰνδῶν εἰς ἑπτὰ μέρη διήρηται, ὧν ἐστι τὸ μὲν πρῶτον σύστημα φιλοσόφων, πλήϑει μὲν τῶν ἄλλων μερῶν λειπόμενον, τῇ δ᾽ ἐπιφανείᾳ πάντων πρω- 5 πληρουμένοις CF, πληρουμένην οἷς D, corr. Rhod. 10 εἰς ἄλλο ἔϑνος CF 11 μὲν om. vulg. 18 τὸ παράπαν εἶναι vulg. ἐλεύϑερον δὲ ὑπάρχοντα II — 21 εὐήϑεις CDF, corr. Rhod. 22 ἐξουσίας Dind.