Textus Originalis

234 DIODORI SICULI

234 DIODORI SICULI

γόντα τὰς κώμας εἰς τοὺς εὐϑέτους τόπους. τιμᾶν τε καταδεῖξαι τὸ ϑεῖον καὶ νόμους εἰσηγήσασϑαι καὶ δικαστήρια, καϑόλου δὲ πολλῶν καὶ καλῶν ἔργων εἰσηγητὴν γενόμενον ϑεὸν νομισϑῆναι καὶ τυχεῖν ἀϑανάτων τιμῶν. ἱστοροῦσι δ᾽ αὐτὸν καὶ γυναικῶν πλῆϑος μετὰ τοῦ στρατοπέδου περιάγεσϑαι, καὶ κατὰ τὰς ἐν τοῖς πολέμοις παρατάξεις τυμπάνοις καὶ κυμβάλοις κεχρῆσϑαι, μήπω σάλπιγγος εὑρημένης. βασιλεύσαντα δὲ πάσης τῆς Ἰνδικῆς ἔτη δύο πρὸς τοῖς πεντήκοντα γήρᾳ τελευτῆσαι. διαδεξαμένους δὲ τοὺς υἱοὺς αὐτοῦ τὴν ἡγεμονίαν ἀεὶ τοῖς ἀφ᾽ ἑαυτῶν ἀπολιπεῖν τὴν ἀρχήν: τὸ δὲ τελευταῖον πολλαῖς γενεαῖς ὕστερον καταλυϑείσης τῆς ἡγεμονίας δημοκρατηϑῆναι τὰς πόλεις. Περὶ μὲν οὖν τοῦ Διονύσου καὶ τῶν ἀπογόνων αὐτοῦ τοιαῦτα μυϑολογοῦσιν οἱ τὴν ὀρεινὴν τῆς Ἰνδικῆς κατοικοῦντες. τόν τε Ἡρακλέα φασὶ παρ᾽ αὑτοῖς γεγενῆσϑαι, καὶ παραπλησίως τοῖς Ἕλλησι τό τε ῥόπαλον καὶ τὴν λεοντῆν αὐτῷ προσάπτουσι. τῇ δὲ τοῦ σώματος ῥώμῃ καὶ ἀλκῇ πολλῷ τῶν ἄλλων ἀνϑρώπων διενεγκεῖν, καὶ καϑαρὰν ποιῆσαι τῶν ϑηρίων γῆν τε καὶ ϑάλατταν. γήμαντα δὲ πλείους γυναῖκας υἱοὺς μὲν πολλούς, ϑυγατέρα δὲ μίαν γεννῆσαι, καὶ τούτων ἐνηλίκων γενομένων πᾶσαν τὴν Ἰνδικὴν διελόμενον εἰς ἴσας τοῖς τέκνοις μερίδας, ἅπαντας τοὺς υἱοὺς ἀποδεῖξαι βασιλέας, μίαν δὲ ϑυγατέρα ϑρέψαντα καὶ ταύτην βασίλισσαν ἀποδεῖξαι. κτίστην τε πόλεων οὐκ ὀλίγων γενέσϑαι, 3 δικαστήρια] καταδεῖξαι add. D 10 γηραιὸν G.