Textus Originalis

II 40. 41. 237

II 40. 41. 237

μετὰ τέκνων καὶ γυναικῶν οἱ γεωργοί, καὶ τῆς εἰς τὴν πόλιν καταβάσεως παντελῶς ἀφεστήκασι. τῆς δὲ χώρας μισϑοὺς τελοῦσι τῷ βασιλεῖ διὰ τὸ πᾶσαν τὴν Ἰνδικὴν βασιλικὴν εἶναι, ἰδιώτῃ δὲ μηδενὶ γῆν ἐξεῖναι κεκτῆσϑαι: χωρὶς δὲ τῆς μισϑώσεως τετάρτην εἰς τὸ βασιλικὸν τελοῦσι. τρίτον δ᾽ ἐστὶ φῦλον τὸ τῶν βουκόλων καὶ ποιμένων καὶ καϑόλου πάντων τῶν νομέων, οἳ πόλιν μὲν ἢ κώμην οὐκ οἰκοῦσι, σκηνίτῃ δὲ βίῳ χρῶνται, οἳ δ᾽ αὐτοὶ καὶ κυνηγοῦντες καϑαρὰν ποιοῦσι τὴν χώραν ὀρνέων τε καὶ ϑηρίων. εἰς ταῦτα δ᾽ ἀσκοῦντες καὶ φιλοτεχνοῦντες ἐξημεροῦσι τὴν Ἰνδικήν, πλήϑουσαν πολλῶν καὶ παντοδαπῶν ϑηρίων τε καὶ ὀρνέων τῶν κατεσϑιόντων τὰ σπέρματα τῶν γεωργῶν. τέταρτον δ᾽ ἐστὶ μέρος τὸ τῶν τεχνιτῶν: καὶ τούτων οἱ μέν εἰσιν ὁπλοποιοί, οἱ δὲ τοῖς γεωργοῖς ἤ τισιν ἄλλοις τὰ χρήσιμα πρὸς ὑπηρεσίαν κατασκευάζουσιν. οὗτοι δ᾽ οὐ μόνον ἀτελεῖς εἰσιν, ἀλλὰ καὶ σιτομετρίαν ἐκ τοῦ βασιλικοῦ λαμβάνουσι. πέμπτον δὲ τὸ στρατιωτικόν, εἰς τοὺς πολέμους εὐϑετοῦν, τῷ μὲν πλήϑει δεύτερον, ἀνέσει δὲ καὶ παιδιᾷ πλείστῃ χρώμενον ἐν ταῖς εἰρήναις. τρέφεται δ᾽ ἐκ τοῦ βασιλικοῦ πᾶν τὸ πλῆϑος τῶν στρατιωτῶν καὶ τῶν πολεμιστῶν ἵππων τε καὶ ἐλεφάντων. ἕκτον δ᾽ ἐστὶ τὸ τῶν ἐφόρων: οὗτοι δὲ πολυπραγμονοῦντες πάντα καὶ ἐφορῶντες τὰ κατὰ τὴν Ἰνδικὴν ἀπαγγέλλουσι τοῖς βασιλεῦσιν, ἐὰν δ᾽ ἡ πόλις αὐτῶν ἀβασίλευτος ᾖ, τοῖς ἄρχουσιν. ἕβδομον 9 κυνιγοῦντες καὶ ζωγροῦντες καὶ φιλοσοφοῦντες ἐξημεροῦσι (cet. om.) C 10 τε om. vulg. 11 φιλοπονοῦντες F 19 τὸ add. Hertlein 20 πολεμίους D.