Textus Originalis

238 DIODORI SICULI

238 DIODORI SICULI

δ᾽ ἐστὶ μέρος τὸ βουλεῦον μὲν καὶ συνεδρεῦον τοῖς ὑπὲρ τῶν κοινῶν βουλευομένοις, πλήϑει μὲν ἐλάχιστον, εὐγενείᾳ δὲ καὶ φρονήσει μάλιστα ϑαυμαζόμενον: ἐκ τούτων γὰρ οἵ τε σύμβουλοι τοῖς βασιλεῦσίν εἰσιν οἵ τε διοικηταὶ τῶν κοινῶν καὶ οἱ δικασταὶ τῶν ἀμφισβητουμένων, καὶ καϑόλου τοὺς ἡγεμόνας καὶ τοὺς ἄρχοντας ἐκ τούτων ἔχουσι. τὰ μὲν οὖν μέρη τῆς διῃρημένης πολιτείας παρ᾽ Ἰνδοῖς σχεδὸν ταῦτ᾽ ἔστιν: οὐκ ἔξεστι δὲ γαμεῖν ἐξ ἄλλου γένους ἢ προαιρέσεις ἢ τέχνας μεταχειρίζεσϑαι, οἷον στρατιώτην ὄντα γεωργεῖν ἢ τεχνίτην ὄντα φιλοσοφεῖν. Ἔχει δ᾽ ἡ τῶν Ἰνδῶν χώρα πλείστους καὶ μεγίστους ἐλέφαντας, ἀλκῇ τε καὶ μεγέϑει πολὺ διαφέροντας. ὀχεύεται δὲ τοῦτο τὸ ζῷον οὐχ ὥσπερ τινές φασιν, ἐξηλλαγμένως, ἀλλ᾽ ὁμοίως ἵπποις καὶ τοῖς ἄλλοις τετράποσι ζῴοις: κυοῦσι δὲ τοὺς μὲν ἐλαχίστους μῆνας ἑκκαίδεκα, τοὺς δὲ πλείστους ὀκτωκαίδεκα. τίκτουσι δὲ καϑάπερ ἵπποι κατὰ τὸ πλεῖστον ἕν, καὶ τρέφουσι τὸ γεννηϑὲν αἱ μητέρες ἐπ᾽ ἔτη ἕξ. ζῶσι δ᾽ οἱ πλεῖστοι καϑάπερ ὁ μακροβιώτατος ἄνϑρωπος, οἱ δὲ μάλιστα γηράσαντες ἔτη διακόσια. Εἰσὶ δὲ παρ᾽ Ἰνδοῖς καὶ ἐπὶ τοὺς ξένους ἄρχοντες τεταγμένοι καὶ φροντίζοντες ὅπως μηδεὶς ξένος ἀδικῆται: τοῖς δ᾽ ἀρρωστοῦσι τῶν ξένων ἰατροὺς εἰσάγουσι καὶ τὴν ἄλλην ἐπιμέλειαν ποιοῦνται, καὶ τελευτήσαντας ϑάπτουσιν, ἔτι δὲ τὰ καταλειφϑέντα 10 γένους] μέρους II ἢ] ἢ πλείους Wess., ἢ δύο Rhod. 20 αἱ add. Reiske 23 τελευτήσαντα II.