Textus Originalis

II 45. 46. 243

II 45. 46. 243

λῶσαι μὲν τὴν ἀρετὴν τῆς μητρός, ὑπερβαλέσϑαι δὲ ταῖς κατὰ μέρος πράξεσι. τὰς μὲν γὰρ παρϑένους ἀπὸ τῆς πρώτης ἡλικίας ἔν τε ταῖς ϑήραις γυμνάζειν καὶ καϑ᾽ ἡμέραν ἀσκεῖν τὰ πρὸς πόλεμον ἀνήκοντα, καταδεῖξαι δὲ καὶ ϑυσίας μεγαλοπρεπεῖς Ἄρεΐ τε καὶ Ἀρτέμιδι τῇ προσαγορευομένῃ Ταυροπόλῳ: στρατεύσασαν δ᾽ εἰς τὴν πέραν τοῦ Τανάιδος ποταμοῦ χώραν καταπολεμῆσαι πάντα τὰ ἔϑνη τὰ συνεχῆ μέχρι τῆς Θρᾴκης: ἀνακάμψασαν δὲ μετὰ πολλῶν λαφύρων εἰς τὴν οἰκείαν ναοὺς μεγαλοπρεπεῖς κατασκευάσαι τῶν προειρημένων ϑεῶν, καὶ τῶν ὑποτεταγμένων ἐπιεικῶς ἄρχουσαν ἀποδοχῆς τυγχάνειν τῆς μεγίστης. στρατεῦσαι δὲ καὶ ἐπὶ ϑάτερα μέρη, καὶ πολλὴν τῆς Ἀσίας κατακτήσασϑαι, καὶ διατεῖναι τῇ δυνάμει μέχρι τῆς Συρίας. μετὰ δὲ τὴν ταύτης τελευτὴν ἀεὶ τὰς προσηκούσας τῷ γένει διαδεχομένας τὴν βασιλείαν ἄρξαι μὲν ἐπιφανῶς, αὐξῆσαι δὲ τὸ ἔϑνος τῶν Ἀμαζονίδων δυνάμει τε καὶ δόξῃ. μετὰ δὲ ταῦτα πολλαῖς γενεαῖς ὕστερον, διαβεβοημένης κατὰ πᾶσαν τὴν οἰκουμένην τῆς περὶ αὐτὰς ἀρετῆς, Ἡρακλέα φασὶ τὸν ἐξ Ἀλκμήνης καὶ Διὸς ἆϑλον λαβεῖν παρ᾽ Εὐρυσϑέως τὸν Ἱππολύτης τῆς Ἀμαζόνος ζωστῆρα. διόπερ στρατεῦσαι μὲν αὐτόν, παρατάξει δὲ μεγάλῃ νικήσαντα τό τε στρατόπεδον τῶν Ἀμαζόνων κατακόψαι καὶ τὴν Ἱππολύτην μετὰ τοῦ ζωστῆρος ζωγρήσαντα τὸ ἔϑνος τοῦτο τελέως συντρῖψαι. διόπερ τοὺς περιοικοῦντας βαρβάρους τῆς μὲν ἀσϑενείας αὐτῶν κατα- 10 ναούς] τε add. CF. 16*