Textus Originalis
242 DIODORI SICULI
δον γυμνάσαι τε τοῦτο καί τινας τῶν ὁμόρων καταπολεμῆσαι. αὐξομένης δὲ τῆς περὶ αὐτὴν ἀρετῆς τε καὶ δόξης συνεχῶς ἐπὶ τὰ πλησιόχωρα τῶν ἐϑνῶν στρατεύειν, καὶ τῆς τύχης εὐροούσης φρονήματος ἐμπίμπλασϑαι, καὶ ϑυγατέρα μὲν Ἄρεος αὑτὴν προσαγορεῦσαι, τοῖς δ᾽ ἀνδράσι προσνεῖμαι τὰς ταλασιουργίας καὶ τὰς τῶν γυναικῶν κατ᾽ οἴκους ἐργασίας: νόμους τε καταδεῖξαι, δι᾽ ὧν τὰς μὲν γυναῖκας ἐπὶ τοὺς πολεμικοὺς ἀγῶνας προάγειν, τοῖς δ᾽ ἀνδράσι ταπείνωσιν καὶ δουλείαν περιάπτειν. τῶν δὲ γεννωμένων τοὺς μὲν ἄρρενας ἐπήρουν τά τε σκέλη καὶ τοὺς βραχίονας, ἀχρήστους κατασκευάζοντες πρὸς τὰς πολεμικὰς χρείας, τῶν δὲ ϑηλυτερῶν τὸν δεξιὸν μαστὸν ἐπέκαον, ἵνα μὴ κατὰ τὰς ἀκμὰς τῶν σωμάτων ἐπαιρόμενος ἐνοχλῇ: ἀφ᾽ ἧς αἰτίας συμβῆναι τὸ ἔϑνος τῶν Ἀμαζόνων ταύτης τυχεῖν τῆς προσηγορίας. καϑόλου δὲ διαφέρουσαν αὐτὴν συνέσει καὶ στρατηγίᾳ πόλιν μὲν κτίσαι μεγάλην παρὰ τὰς ἐκβολὰς τοῦ Θερμώδοντος ποταμοῦ, τοὔνομα Θεμίσκυραν, καὶ βασίλεια κατασκευάσαι περιβόητα, κατὰ δὲ τὰς στρατείας ἐπιμελομένην πολὺ τῆς εὐταξίας τὸ μὲν πρῶτον καταπολεμῆσαι πάντας τοὺς ὁμόρους μέχρι τοῦ Τανάιδος ποταμοῦ. καὶ ταύτην μέν φασι ταύτας τὰς πράξεις ἐπιτελεσαμένην καὶ κατά τινα μάχην λαμπρῶς ἀγωνισαμένην ἡρωικῶς τελευτῆσαι τὸν βίον. διαδεξαμένην δὲ τὴν ταύτης ϑυγατέρα τὴν βασιλείαν ζη- 5 ἑαυτὴν vulg. 11 πηροῦν Stephanus 12 κατασκευαζούσας Cobet 14 ἐπικαίειν II 16 ἀκμὰς Dindorf (III 53, 3), μάχας codices — 25 ἐντελεσαμένην D 26 τὸν βίον om. II.