Textus Originalis
II 41. 42. 247
λέσι ποτοῖς: οἱ δὲ τούτους ἐπιδιώκοντες ἀλλοεϑνεῖς σπανίζοντες τῆς ὑδρείας διὰ τὴν ἄγνοιαν τῶν φρεάτων, οἱ μὲν ἀπόλλυνται διὰ τὴν σπάνιν τῶν ὑδάτων, οἱ δὲ πολλὰ κακοπαϑήσαντες μόγις εἰς τὴν οἰκείαν σώζονται. διόπερ οἱ ταύτην τὴν χώραν κατοικοῦντες Ἄραβες, ὄντες δυσκαταπολέμητοι, διατελοῦσιν ἀδούλωτοι, πρὸς δὲ τούτοις ἔπηλυν μὲν ἡγεμόνα τὸ παράπαν οὐ προσδέχονται, διατελοῦσι δὲ τὴν ἐλευϑερίαν διαφυλάττοντες ἀσάλευτον. διόπερ οὔτ᾽ Ἀσσύριοι τὸ παλαιὸν οὔϑ᾽ οἱ Μήδων καὶ Περσῶν, ἔτι δὲ Μακεδόνων βασιλεῖς ἠδυνήϑησαν αὐτοὺς καταδουλώσασϑαι, πολλὰς μὲν καὶ μεγάλας δυνάμεις ἐπ᾽ αὐτοὺς ἀγαγόντες, οὐδέποτε δὲ τὰς ἐπιβολὰς συντελέσαντες. ἔστι δ᾽ ἐν τῇ χώρᾳ τῶν Ναβαταίων καὶ πέτρα καϑ᾽ ὑπερβολὴν ὀχυρά, μίαν ἀνάβασιν ἔχουσα, δι᾽ ἧς κατ᾽ ὀλίγους ἀναβαίνοντες ἀποτίϑενται τὰς ἀποσκευάς: λίμνη τε μεγάλη φέρουσα πολλὴν ἄσφαλτον, ἐξ ἧς λαμβάνουσιν οὐκ ὀλίγας προσόδους. αὕτη δ᾽ ἔχει τὸ μὲν μῆκος σταδίων ὡς πεντακοσίων, τὸ δὲ πλάτος ὡς ἑξήκοντα, τὸ δ᾽ ὕδωρ δυσῶδες καὶ διάπικρον, ὥστε μὴ δύνασϑαι μήτ᾽ ἰχϑῦν τρέφειν μήτ᾽ ἄλλο τῶν καϑ᾽ ὕδατος εἰωϑότων ζῴων εἶναι. ἐμβαλλόντων δ᾽ εἰς αὐτὴν ποταμῶν μεγάλων τῇ γλυκύτητι διαφόρων, τούτων μὲν περιγίνεται κατὰ τὴν δυσωδίαν, ἐξ αὑτῆς δὲ μέσης κατ᾽ ἐνιαυτὸν ἐκφυσᾷ ἀσφάλτου μέγεϑος ποτὲ μὲν μεῖζον ἢ τρίπλεϑρον, ἔστι δ᾽ ὅτε 4 μόλις II 12 μὲν] δὲ DF 14 τῶν ἀναβατῶν D 23 ἐκβαλλόντων CF 26 ἐκφύουσα DF.