Textus Originalis
248 DIODORI SICULI
δυοῖν πλέϑρων: ἐφ᾽ ᾧ δὴ συνήϑως οἱ περιοικοῦντες βάρβαροι τὸ μὲν μεῖζον καλοῦσι ταῦρον, τὸ δ᾽ ἔλαττον μόσχον ἐπονομάζουσιν. ἐπιπλεούσης δὲ τῆς ἀσφάλτου πελαγίας ὁ τύπος φαίνεται τοῖς [μὲν] ἐξ ἀποστήματος ϑεωροῦσιν οἱονεὶ νῆσος. τὴν δ᾽ ἔκπτωσιν τῆς ἀσφάλτου συμβαίνει φανερὰν γίνεσϑαι τοῖς ἀνϑρώποις πρὸ ἡμερῶν εἴκοσι [δύο]: κύκλῳ γὰρ τῆς λίμνης ἐπὶ πολλοὺς σταδίους ὀσμὴ προσπίπτει μετὰ πνεύματος, καὶ πᾶς ὁ περὶ τὸν τόπον ἄργυρός τε καὶ χρυσὸς καὶ χαλκὸς ἀποβάλλει τὴν ἰδιότητα τοῦ χρώματος. ἀλλ᾽ αὕτη μὲν ἀποκαϑίσταται πάλιν, ἐπειδὰν ἀναφυσηϑῆναι συμβῇ πᾶσαν τὴν ἄσφαλτον: ὁ δὲ πλησίον τόπος ἔμπυρος ὢν καὶ δυσώδης ποιεῖ τὰ σώματα τῶν ἀνϑρώπων ἐπίνοσα καὶ παντελῶς ὀλιγοχρόνια. ἀγαϑὴ δ᾽ ἐστὶ φοινικόφυτος ὅσην αὐτῆς συμβαίνει ποταμοῖς διειλῆφϑαι χρησίμοις ἢ πηγαῖς δυναμέναις ἀρδεύειν. γίνεται δὲ περὶ τοὺς τόπους [τούτους] ἐν αὐλῶνί τινι καὶ τὸ καλούμενον βάλσαμον, ἐξ οὗ πρόσοδον ἁδρὰν λαμβάνουσιν, οὐδαμοῦ μὲν τῆς ἄλλης οἰκουμένης εὑρισκομένου τοῦ φυτοῦ τούτου, τῆς δ᾽ ἐξ αὐτοῦ χρείας εἰς φάρμακα τοῖς ἰατροῖς καϑ᾽ ὑπερβολὴν εὐϑετούσης. Ἡ δ᾽ ἐχομένη τῆς ἀνύδρου καὶ ἐρήμου χώρας Ἀραβία τοσοῦτο διαφέρει ταύτης ὥστε διὰ τὸ πλῆϑος τῶν ἐν αὐτῇ φυομένων καρπῶν τε καὶ τῶν ἄλ- 1 ᾧ] ὧν codices; cf. XIX 98 4 τύπος Schäfer, τόπος libri μὲν codices, om. XIX 98 7 δύο DF; cf. XIX 98 12 ἀναφυσῆσαι codices; cf. XIX 98 — 14 ποιεῖται vulg. 16 αὐτοῖς DF 17 ἀρδεύειν GM, ἀρδεῦσαι cet. 18 τούτους om. CDF 19 ἁδρὰν XIX 98, μικρὰν D, λαμπρὰν II.