Textus Originalis
250 DIODORI SICULI
έχοντος προσπέσωσι ψεκάδες, τὸ διατηκόμενον ὑπὸ τῆς ἰκμάδος συρρεῖ εἰς τὰς ἁρμογὰς τῶν λίϑων, καὶ πηγνύμενον συμφυεῖς ἀπεργάζεται τοίχους. μεταλλεύεται δὲ κατὰ τὴν Ἀραβίαν καὶ ὁ προσαγορευόμενος ἄπυρος χρυσός, οὐχ ὥσπερ παρὰ τοῖς ἄλλοις ἐκ ψηγμάτων καϑεψόμενος, ἀλλ᾽ εὐϑὺς ὀρυττόμενος εὑρίσκεται τὸ μέγεϑος καρύοις κασταναϊκοῖς παραπλήσιος, τὴν δὲ χρόαν οὕτω φλογώδης ὥστε τοὺς ἐντιμοτάτους λίϑους ὑπὸ τῶν τεχνιτῶν ἐνδεϑέντας ποιεῖν τὰ κάλλιστα τῶν κοσμημάτων. ϑρεμμάτων τε παντοδαπῶν τοσοῦτο κατ᾽ αὐτὴν ὑπάρχει πλῆϑος ὥστε ἔϑνη πολλὰ νομάδα βίον ᾑρημένα δύνασϑαι καλῶς διατρέφεσϑαι, σίτου μὲν μὴ προσδεόμενα, τῇ δ᾽ ἀπὸ τούτων δαψιλείᾳ χορηγούμενα. ϑηρίων τε πλῆϑος ἀλκίμων ἡ προσορίζουσα τῇ Συρίᾳ τρέφει: καὶ γὰρ λέοντας καὶ παρδάλεις ἐν αὐτῇ πολλῷ πλείονας καὶ μείζους καὶ ταῖς ἀλκαῖς διαφόρους πεφυκέναι ἤπερ ἐν τῇ Λιβύῃ συμβέβηκε: πρὸς δὲ τούτοις οἱ καλούμενοι Βαβυλώνιοι τίγρεις. φέρει δὲ καὶ ζῷα διφυῆ καὶ μεμιγμένα ταῖς ἰδέαις, ὧν αἱ μὲν ὀνομαζόμεναι στρουϑοκάμηλοι περιειλήφασι τοῖς τύποις μίγματα χηνῶν καὶ καμήλων ἀκολούϑως τῇ προσηγορίᾳ. τὸ μὲν γὰρ μέγεϑος ἔχουσι νεογενεῖ καμήλῳ παραπλήσιον, τὰς δὲ κεφαλὰς πεφρικυίας ϑριξὶ λεπταῖς, τοὺς δ᾽ ὀφϑαλμοὺς μεγάλους καὶ κατὰ τὴν χρόαν μέλανας, ἀπαραλλάκτους κατὰ τὸν τύπον 1 τὸ διατηκόμενον Wesseling, τὸ om. D, διὰ τὸ τηκόμενον CF ὑπὸ Dindorf, ἀπὸ libri 2 συρρεῖν CF ἁρμὰς D 18 πρὸς — τίγρεις f. del. 22 χηνῶν] πτηνῶν Rhod. 24 πεφρικυίας Cobet, πεφυκυίας libri.