Textus Originalis

II 50. 51. 251

II 50. 51. 251

καὶ τὸ χρῶμα τοῖς τῶν καμήλων. μακροτράχηλον δ᾽ ὑπάρχον ῥύγχος ἔχει βραχὺ παντελῶς καὶ εἰς ὀξὺ συνηγμένον. ἐπτέρωται δὲ ταρσοῖς μαλακοῖς [καὶ] τετριχωμένοις, καὶ δυσὶ σκέλεσι στηριζόμενον καὶ ποσὶ διχήλοις χερσαῖον ἅμα φαίνεται καὶ πτηνόν. διὰ δὲ τὸ βάρος οὐ δυνάμενον ἐξᾶραι καὶ πέτεσϑαι κατὰ τῆς γῆς ὠκέως ἀκροβατεῖ, καὶ διωκόμενον ὑπὸ τῶν ἱππέων τοῖς ποσὶ τοὺς ὑποπίπτοντας λίϑους οὕτως εὐτόνως ἀποσφενδονᾷ πρὸς τοὺς διώκοντας ὥστε πολλάκις καρτεραῖς πληγαῖς αὐτοὺς περιπίπτειν. ἐπειδὰν δὲ περικατάληπτον ᾖ, τὴν κεφαλὴν εἴς τινα ϑάμνον ἢ τοιαύτην σκέπην ἀποκρύπτεται, οὐχ, ὡς οἴονταί τινες, ἀφροσύνῃ καὶ νωϑρότητι ψυχῆς διὰ τὸ μὴ βλέπειν ἑτέρους μηδ᾽ αὐτὸ βλέπεσϑαι διαλαμβάνον ὑφ᾽ ἑτέρων, ἀλλὰ διὰ τὸ τοῦ σώματος ἔχειν τοῦτο τὸ μέρος ἀσϑενέστατον σκέπην αὑτῷ πρὸς σωτηρίαν περιποιεῖ: ἀγαϑὴ γὰρ ἡ φύσις διδάσκαλος ἅπασι τοῖς ζῴοις πρὸς διατήρησιν οὐ μόνον ἑαυτῶν, ἀλλὰ καὶ τῶν γεννωμένων, διὰ τῆς συγγενοῦς φιλοζωίας τὰς διαδοχὰς εἰς ἀΐδιον ἄγουσα διαμονῆς κύκλον. αἱ δὲ καλούμεναι καμηλοπαρδάλεις τὴν [μὲν] μίξιν ἀμφοτέρων ἔχουσι τῶν ἐν τῇ προσηγορίᾳ περιειλημμένων ζῴων. τῷ μὲν γὰρ μεγέϑει μικρότεραι τῶν καμήλων εἰσὶ καὶ βραχυτραχηλότεραι, τὴν δὲ κεφαλὴν καὶ τὴν τῶν ὀμμάτων διάϑεσιν παρδάλει παρεμφερεῖς διατετύπωνται: τὸ 3 μαλακῶς fort. 4 καὶ om. CD; καὶ μαλακοῖς F 12 ᾗ] τινα add. D 17 περιποιεῖν vulg., περιποιοῦν Reiske 20 διαδοχὰς] διαμονὰς DF 21 διαμονῆς] διαδοχῆς C καμηλοπάρδεις D 22 μὲν del. Dind. 26 παρεμφερεῖ C, προσεμφερῆ D, corr. Hertlein.