Textus Originalis
III 8. 9. 277
σῶμα καλύπτουσιν, ἐκ τῶν τριχῶν πλέκοντες, ὡς ἂν τῶν παρ᾽ αὐτοῖς προβάτων ὄντων μὴ φερόντων ἔρια διὰ τὴν ἰδιότητα τῆς χώρας. τροφῇ δὲ χρῶνται τινὲς μὲν λαμβάνοντες τὸν γεννώμενον ἐν τοῖς ὕδασι καρπόν, ὃς αὐτοφυὴς ἀνατέλλει περί τε τὰς λίμνας καὶ τοὺς ἑλώδεις τόπους: τινὲς δὲ τῆς ἁπαλωτάτης ὕλης τοὺς ἀκρεμόνας περικλῶντες, οἷς καὶ τὰ σώματα σκιάζοντες περὶ τὰς μεσημβρίας καταψύχουσιν, ἔνιοι δὲ σπείροντες σήσαμον καὶ λωτόν, εἰσὶ δ᾽ οἳ ταῖς ῥίζαις τῶν καλάμων ταῖς ἁπαλωτάταις διατρεφόμενοι. οὐκ ὀλίγοι δ᾽ αὐτῶν καὶ ταῖς τοξείαις ἐνηϑληκότες τῶν πτηνῶν εὐστόχως πολλὰ τοξεύουσι, δι᾽ ὧν τὴν τῆς φύσεως ἔνδειαν ἀναπληροῦσιν: οἱ πλεῖστοι δὲ τοῖς ἀπὸ τῶν βοσκημάτων κρέασι καὶ γάλακτι καὶ τυρῷ τὸν πάντα βίον διαζῶσι. Περὶ δὲ ϑεῶν οἱ μὲν ἀνώτερον Μερόης οἰκοῦντες ἐννοίας ἔχουσι διττάς. ὑπολαμβάνουσι γὰρ τοὺς μὲν αὐτῶν αἰώνιον ἔχειν καὶ ἄφϑαρτον τὴν φύσιν, οἷον ἥλιον καὶ σελήνην καὶ τὸν σύμπαντα κόσμον, τοὺς δὲ νομίζουσι ϑνητῆς φύσεως κεκοινωνηκέναι καὶ δι᾽ ἀρετὴν καὶ κοινὴν εἰς ἀνϑρώπους εὐεργεσίαν τετευχέναι τιμῶν ἀϑανάτων: τήν τε γὰρ Ἶσιν καὶ τὸν Πᾶνα, πρὸς δὲ τούτοις Ἡρακλέα καὶ Δία σέβονται, μάλιστα νομίζοντες ὑπὸ τούτων εὐηργετῆσϑαι τὸ τῶν ἀνϑρώπων γένος. ὀλίγοι δὲ τῶν Αἰϑιόπων καϑόλου ϑεοὺς οὐ νομίζουσιν εἶναι: διὸ καὶ τὸν ἥλιον ὡς πολεμιώτατον ὄντα κατὰ τὰς ἀνατολὰς βλασφημήσαντες φεύγουσι πρὸς τοὺς ἑλώδεις 24 εὐεργετεῖσϑαι CD.