Textus Originalis
276 DIODORI SICULI
οἰκοῦντες ταῖς μὲν χρόαις εἰσὶ μέλανες, ταῖς δὲ ἰδέαις σιμοί, τοῖς δὲ τριχώμασιν οὖλοι. καὶ ταῖς μὲν ψυχαῖς παντελῶς ὑπάρχουσιν ἄγριοι καὶ τὸ ϑηριῶδες ἐμφαίνοντες, οὐχ οὕτω δὲ τοῖς ϑυμοῖς ὡς τοῖς ἐπιτηδεύμασιν: αὐχμηροὶ γὰρ ὄντες τοῖς ὅλοις σώμασι τοὺς μὲν ὄνυχας ἐπὶ πολὺ παρηγμένους ἔχουσι τοῖς ϑηρίοις παραπλησίως, τῆς δὲ πρὸς ἀλλήλους φιλανϑρωπίας πλεῖστον ὅσον ἀφεστήκασι: καὶ τὴν μὲν φωνὴν ὀξεῖαν προβάλλοντες, τῶν δὲ παρὰ τοῖς ἄλλοις ἐπιτηδευομένων εἰς βίον ἥμερον οὐδ᾽ ὁτιοῦν ἔχοντες, μεγάλην ποιοῦσι πρὸς τὰ καϑ᾽ ἡμᾶς ἔϑη τὴν διαφοράν. καϑοπλίζονται δ᾽ αὐτῶν οἱ μὲν ἀσπίσιν ὠμοβοΐναις καὶ μικροῖς δόρασιν, οἱ δὲ ἀκοντίοις ἀναγκύλοις, ἐνίοτε δὲ ξυλίνοις τόξοις τετραπήχεσιν, οἷς τοξεύουσι μὲν τῷ ποδὶ προσβαίνοντες, ἀναλωϑέντων δὲ τῶν οἰστῶν σκυτάλαις ξυλίναις διαγωνίζονται. καϑοπλίζουσι δὲ καὶ τὰς γυναῖκας, ὁρίζοντες αὐταῖς τεταγμένην ἡλικίαν, ὧν ταῖς πλείσταις νόμιμόν ἐστι χαλκοῦν κρίκον φέρειν ἐν τῷ χείλει τοῦ στόματος. ἐσϑῆτι δέ τινες μὲν αὐτῶν ἁπλῶς οὐ χρῶνται, γυμνῆτα βίον ἔχοντες δι᾽ αἰῶνος καὶ πρὸς μόνα τὰ καύματα ποριζόμενοι βοήϑειαν αὐτουργὸν ἐκ τοῦ παραπεσόντος: τινὲς δὲ τῶν προβάτων τὰς οὐρὰς ἀποκόπτοντες ἐκ τῶν ὄπισϑεν καλύπτουσι διὰ τούτων τὰ ἰσχία, καϑάπερ αἰδῶ ταύτην προβαλλόμενοι: ἔνιοι δὲ χρῶνται ταῖς δοραῖς τῶν κτηνῶν, εἰσὶ δ᾽ οἳ περιζώμασι μέχρι μέσου τὸ 14 ἐνίοτε] ἔνιοι Dind. 17 ξυλίνοις D 21 δι᾽ αἰῶνος ἔχοντες vulg. 27 μέσον libri, corr. Dind.