Textus Originalis
III 10. 11. 12. 281
κατοικούντων ἀρκεσϑησόμεϑα τοῖς ῥηϑεῖσι, περὶ δὲ τῶν κατὰ τὴν μεσημβρίαν καὶ τὴν Ἐρυϑρὰν ϑάλατταν κειμένων ἐν μέρει διέξιμεν. δοκεῖ δ᾽ ἡμῖν ἁρμόττειν προδιελϑεῖν περὶ τῆς τοῦ χρυσοῦ κατασκευῆς τῆς ἐν τούτοις τοῖς τόποις γινομένης. Περὶ γὰρ τὰς ἐσχατιὰς τῆς Αἰγύπτου καὶ τῆς ὁμορούσης Ἀραβίας τε καὶ Αἰϑιοπίας τόπος ἐστὶν ἔχων μέταλλα πολλὰ καὶ μεγάλα χρυσοῦ, συναγομένου πολλοῦ πολλῇ κακοπαϑείᾳ τε καὶ δαπάνῃ. τῆς γὰρ γῆς μελαίνης οὔσης τῇ φύσει καὶ διαφυὰς καὶ φλέβας ἐχούσης μαρμάρου τῇ λευκότητι διαφερούσας καὶ πάσας τὰς περιλαμπομένας φύσεις ὑπερβαλλούσας τῇ λαμπρότητι, οἱ προσεδρεύοντες τοῖς μεταλλικοῖς ἔργοις τῷ πλήϑει τῶν ἐργαζομένων κατασκευάζουσι τὸν χρυσόν. οἱ γὰρ βασιλεῖς τῆς Αἰγύπτου τοὺς ἐπὶ κακουργίᾳ καταδικασϑέντας καὶ τοὺς κατὰ πόλεμον αἰχμαλωτισϑέντας, ἔτι δὲ τοὺς ἀδίκοις διαβολαῖς περιπεσόντας καὶ διὰ ϑυμὸν εἰς φυλακὰς παραδεδομένους, ποτὲ μὲν αὐτούς, ποτὲ δὲ καὶ μετὰ πάσης συγγενείας ἀϑροίσαντες παραδιδόασι πρὸς τὴν τοῦ χρυσοῦ μεταλλείαν, ἅμα μὲν τιμωρίαν λαμβάνοντες παρὰ τῶν καταγνωσϑέντων, ἅμα δὲ διὰ τῶν ἐργαζομένων μεγάλας προσόδους λαμβάνοντες. οἱ δὲ παραδοϑέντες, πολλοὶ μὲν τὸ πλῆϑος ὄντες, πάντες δὲ πέδαις δεδεμένοι, προσκαρτεροῦσι τοῖς ἔργοις συνεχῶς καὶ μεϑ᾽ ἡμέραν καὶ δι᾽ ὅλης τῆς νυκτός, ἀνάπαυσιν μὲν οὐδεμίαν λαμ- 9 πολλοῦ] πολλοῖς C, del. Rhod. 12 ὑπερβαλλούσης CDF 13 προσεδρεύσαντες CD 19 παραδιδομένους CDF 20 πάσης] τῆς add. Hertlein.