Textus Originalis

282 DIODORI SICULI

282 DIODORI SICULI

βάνοντες, δρασμοῦ δὲ παντὸς φιλοτίμως εἰργόμενοι: φυλακαὶ γὰρ ἐκ στρατιωτῶν βαρβάρων καὶ ταῖς διαλέκτοις διαφόροις χρωμένων ἐφεστήκασιν, ὥστε μηδένα δύνασϑαι δι᾽ ὁμιλίας ἢ φιλανϑρώπου τινὸς ἐντεύξεως φϑεῖραί τινα τῶν ἐπιστατούντων. τῆς δὲ τὸν χρυσὸν ἐχούσης γῆς τὴν μὲν σκληροτάτην πυρὶ πολλῷ καύσαντες καὶ ποιήσαντες χαύνην προσάγουσι τὴν διὰ τῶν χειρῶν κατεργασίαν: τὴν δὲ ἀνειμένην πέτραν καὶ μετρίῳ πόνῳ δυναμένην ὑπείκειν λατομικῷ σιδήρῳ καταπονοῦσι μυριάδες ἀκληρούντων ἀνϑρώπων. καὶ τῆς μὲν ὅλης πραγματείας ὁ τὸν λίϑον διακρίνων τεχνίτης καϑηγεῖται καὶ τοῖς ἐργαζομένοις ὑποδείκνυσι: τῶν δὲ πρὸς τὴν ἀτυχίαν ταύτην ἀποδειχϑέντων οἱ μὲν σώματος ῥώμῃ διαφέροντες τυπίσι σιδηραῖς τὴν μαρμαρίζουσαν πέτραν κόπτουσιν, οὐ τέχνην τοῖς ἔργοις, ἀλλὰ βίαν προσάγοντες, ὑπονόμους δὲ διακόπτοντες, οὐκ ἐπ᾽ εὐϑείας, ἀλλ᾽ ὡς ἂν ἡ διάφυσις ᾖ τῆς ἀποστιλβούσης πέτρας. οὗτοι μὲν οὖν διὰ τὰς ἐν ταῖς διώρυξι καμπὰς καὶ σκολιότητας ἐν σκότει διατρίβοντες λύχνους ἐπὶ τῶν μετώπων πεπραγματευμένους περιφέρουσι: πολλαχῶς δὲ πρὸς τὰς τῆς πέτρας ἰδιότητας μετασχηματίζοντες τὰ σώματα καταβάλλουσιν εἰς ἔδαφος τὰ λατομούμενα ϑραύματα: καὶ τοῦτο ἀδιαλείπτως ἐνεργοῦσι πρὸς ἐπιστάτου βαρύτητα καὶ πληγάς. οἱ δὲ ἄνηβοι παῖδες εἰσδυόμενοι διὰ τῶν ὑπονόμων εἰς τὰ κεκοιλωμένα τῆς πέτρας ἀναβάλλουσιν ἐπιπόνως τὴν ῥιπτουμένην κατὰ μικρὸν 3 διαφόρως libri, corr. Dind. 20 καὶ σκολιότητας om. M; cf. Agatharch. apud Photium 25 (ed. C. Müller).