Textus Originalis

III 12. 13. 14. 283

III 12. 13. 14. 283

πέτραν καὶ πρὸς τὸν ἐκτὸς τοῦ στομίου τόπον εἰς ὕπαιϑρον ἀποκομίζουσιν. οἱ δ᾽ ὑπὲρ ἔτη τριάκοντα παρὰ τούτων λαμβάνοντες ὡρισμένον μέτρον τοῦ λατομήματος ἐν ὅλμοις λιϑίνοις τύπτουσι σιδηροῖς ὑπέροις, ἄχρι ἂν ὀρόβου τὸ μέγεϑος κατεργάσωνται. παρὰ δὲ τούτων τὸν ὀροβίτην λίϑον αἱ γυναῖκες καὶ οἱ πρεσβύτεροι τῶν ἀνδρῶν ἐκδέχονται, καὶ μύλων ἑξῆς πλειόνων ὄντων ἐπὶ τούτους ἐπιβάλλουσι, καὶ παραστάντες ἀνὰ τρεῖς ἢ δύο πρὸς τὴν κώπην ἀλήϑουσιν, ἕως ἂν εἰς σεμιδάλεως τρόπον τὸ δοϑὲν μέτρον κατεργάσωνται. προσούσης δ᾽ ἅπασιν ἀϑεραπευσίας σώματος καὶ τῆς τὴν αἰδῶ περιστελλούσης ἐσϑῆτος μὴ προσούσης, οὐκ ἔστιν ὃς ἰδὼν οὐκ ἂν ἐλεήσαι τοὺς ἀκληροῦντας διὰ τὴν ὑπερβολὴν τῆς ταλαιπωρίας. οὐ γὰρ τυγχάνει συγγνώμης οὐδ᾽ ἀνέσεως ἁπλῶς οὐκ ἄρρωστος, οὐ πεπηρωμένος, οὐ γεγηρακώς, οὐ γυναικὸς ἀσϑένεια, πάντες δὲ πληγαῖς ἀναγκάζονται προσκαρτερεῖν τοῖς ἔργοις, μέχρι ἂν κακουχούμενοι τελευτήσωσιν ἐν ταῖς ἀνάγκαις. διόπερ οἱ δυστυχεῖς φοβερώτερον ἀεὶ τὸ μέλλον τοῦ παρόντος ἡγοῦνται διὰ τὴν ὑπερβολὴν τῆς τιμωρίας, ποϑεινότερον δὲ τοῦ ζῆν τὸν ϑάνατον προσδέχονται. τὸ δὲ τελευταῖον οἱ τεχνῖται παραλαβόντες τὸν ἀληλεσμένον λίϑον πρὸς τὴν ὅλην ἄγουσι συντέλειαν: ἐπὶ γὰρ πλατείας σανίδος μικρὸν ἐγκεκλιμένης τρίβουσι τὴν κατειργασμένην μάρμαρον ὕδωρ ἐπιχέοντες: εἶτα τὸ μὲν γεῶδες αὐτῆς ἐκτη- 2 ὑπὲρ ἔτη] ἐντὸς τῶν Agath. 226 8 τούτους E, τούτοις Cet. 10 ἕως ἂν om. II εἰς] ἐς cod. 11 κατεργαζόμενοι II. 13 μὴ] μόνον Agath. 21 τηκόμενον D.