Textus Originalis
III 14. 15. 285
σιλέων καταδειχϑεῖσα. περὶ δὲ τῶν ἐϑνῶν [τούτων] τῶν κατοικούντων τήν τε παράλιον τοῦ Ἀραβίου κόλπου καὶ Τρωγλοδυτικήν, ἔτι δ᾽ Αἰϑιοπίαν τὴν πρὸς μεσημβρίαν καὶ νότον, πειρασόμεϑα διεξιέναι. περὶ πρώτων δὲ τῶν Ἰχϑυοφάγων ἐροῦμεν τῶν κατοικούντων τὴν παράλιον τὴν ἀπὸ Καρμανίας καὶ Γεδρωσίας ἕως τῶν ἐσχάτων τοῦ μυχοῦ τοῦ κατὰ τὸν Ἀράβιον κόλπον ἱδρυμένου, ὃς εἰς τὴν μεσόγειον ἀνήκων ἄπιστον διάστημα δυσὶν ἠπείροις περικλείεται πρὸς τὸν ἔκπλουν, τῇ μὲν ὑπὸ τῆς εὐδαίμονος Ἀραβίας, τῇ δ᾽ ὑπὸ τῆς Τρωγλοδυτικῆς. τούτων δὲ τῶν βαρβάρων τινὲς μὲν γυμνοὶ τὸ παράπαν βιοῦντες κοινὰς ἔχουσι τὰς γυναῖκας καὶ τὰ τέκνα παραπλησίως ταῖς τῶν ϑρεμμάτων ἀγέλαις, ἡδονῆς δὲ καὶ πόνου τὴν φυσικὴν μόνον ἀντίληψιν ποιούμενοι τῶν αἰσχρῶν καὶ καλῶν οὐδεμίαν λαμβάνουσιν ἔννοιαν. τὰς δὲ οἰκήσεις ἔχουσιν οὐκ ἄπωϑεν τῆς ϑαλάττης παρὰ τὰς ῥαχίας, καϑ᾽ ἅς εἰσιν οὐ μόνον βαϑεῖαι κοιλάδες, ἀλλὰ καὶ φάραγγες ἀνώμαλοι καὶ στενοὶ παντελῶς αὐλῶνες σκολιαῖς ἐκτροπαῖς ὑπὸ τῆς φύσεως διειλημμένοι. τούτων δὲ τῇ χρείᾳ τῶν ἐγχωρίων πεφυκότων ἁρμοζόντως, τὰς ἐκτροπὰς καὶ διεξόδους συγκεχώκασι λίϑοις μεγάλοις, δι᾽ ὧν ὥσπερ δικτύων τὴν ϑήραν τῶν ἰχϑύων ποιοῦνται. ὅταν γὰρ ἡ πλημυρὶς τῆς ϑαλάττης ἐπὶ τὴν χέρσον φέρηται λάβρως, ὃ ποιεῖ δὶς τῆς ἡμέρας περὶ τρίτην καὶ ἐνάτην μάλιστά πως ὥραν, ἡ μὲν ϑάλαττα πᾶσαν τὴν ῥαχίαν ἐπικλύ- 1 τούτων del. Dind. 7 Κεδρωσίας C 13 παρὰ] κατὰ II