Textus Originalis
286 DIODORI SICULI
ζουσα καλύπτει, καὶ λάβρῳ καὶ πολλῷ κύματι συναποκομίζει πρὸς τὴν χέρσον ἄπιστον πλῆϑος παντοίων ἰχϑύων, οἳ τὸ μὲν πρῶτον ἐν τῇ παραλίῳ μένουσι νομῆς χάριν πλανώμενοι περὶ τὰς ὑποδύσεις καὶ τὰ κοιλώματα: ἐπὰν δ᾽ ὁ τῆς ἀμπώτεως ἔλϑῃ χρόνος, τὸ μὲν ὑγρὸν ἐκ τοῦ κατ᾽ ὀλίγον διὰ τῶν κεχωσμένων λίϑων καὶ φαράγγων ἀπορρεῖ, οἱ δ᾽ ἰχϑῦς ἐν τοῖς κοιλώμασι καταλείπονται. κατὰ δὲ τοῦτον τὸν καιρὸν τὸ πλῆϑος τῶν ἐγχωρίων μετὰ τέκνων καὶ γυναικῶν εἰς τὰς ῥαχίας ἀϑροίζεται καϑάπερ ἀφ᾽ ἑνὸς κελεύσματος. σχιζομένων δὲ τῶν βαρβάρων εἰς τὰ κατὰ μέρος συστήματα, πρὸς τοὺς ἰδίους ἕκαστοι τόπους μετὰ βοῆς ἐξαισίου φέρονται, καϑάπερ αἰφνιδίου τινὸς κυνηγίας ἐμπεπτωκυίας. εἶϑ᾽ αἱ μὲν γυναῖκες μετὰ τῶν παίδων τοὺς ἐλάττονας τῶν ἰχϑύων καὶ πλησίον ὄντας τῆς χέρσου συλλαμβάνουσαι ῥίπτουσιν ἐπὶ τὴν γῆν, οἱ δὲ τοῖς σώμασιν ἀκμάζοντες προσφέρουσι τὰς χεῖρας τοῖς διὰ τὸ μέγεϑος δυσκαταγωνίστοις: ἐκπίπτουσι γὰρ ἐκ τοῦ πελάγους ὑπερμεγέϑεις οὐ μόνον σκορπίοι καὶ μύραιναι καὶ κύνες, ἀλλὰ καὶ φῶκαι καὶ πολλὰ τοιαῦτα ξένα καὶ ταῖς ὄψεσι καὶ ταῖς προσηγορίαις. ταῦτα δὲ τὰ ϑηρία καταμάχονται τεχνικῆς μὲν ὅπλων κατασκευῆς οὐδὲν ἔχοντες, κέρασι δὲ αἰγῶν ὀξέσι κατακεντοῦντες καὶ ταῖς ἀπορρῶξι πέτραις ἐπιτέμνοντες: πάντα γὰρ ἡ χρεία διδάσκει τὴν φύσιν, οἰκείως τοῖς ὑποκειμένοις καιροῖς ἁρμοζομένην πρὸς τὴν ἐκ τῆς ἐλπίδος εὐχρηστίαν. ἐπειδὰν δ᾽ ἀϑροί- 27 ἁρμοζομένη II.