Textus Originalis

298 DIODORI SICULI

298 DIODORI SICULI

μέχρι ἂν γένηται τὸ ἔργον λεῖον καὶ κολλῶδες: ἔπειτα περιπλάσαντες χειροπληϑιαίους ὄγκους ἐν ἡλίῳ παροπτῶσι, καὶ ταύτῃ χρώμενοι τροφῇ πάντα τὸν βίον διατελοῦσιν. ἀνεκλείπτους δ᾽ ἔχοντες τὰς τῆς τροφῆς ταύτης δαψιλείας, καὶ πρὸς ἀλλήλους ἀεὶ εἰρήνην ἄγοντες, ὑπὸ πλήϑους λεόντων πολεμοῦνται: ἐμπύρου γὰρ τοῦ πέριξ ἀέρος ὄντος ἐκ τῆς ἐρήμου πρὸς αὐτοὺς φοιτῶσι λέοντες σκιᾶς ἕνεκεν, οἱ δὲ καὶ ϑήρας τῶν ἐλαττόνων ϑηρίων. διόπερ τοὺς ἐκ τῶν τελμάτων ἐξιόντας τῶν Αἰϑιόπων ὑπὸ τούτων τῶν ϑηρίων ἀναλίσκεσϑαι συμβαίνει: ἀδυνατοῦσι γὰρ ὑφίστασϑαι τὰς ἀλκὰς τῶν λεόντων, ὡς ἂν μηδεμίαν βοήϑειαν ὅπλων ἔχοντες, καὶ πέρας ἄρδην ἂν αὐτῶν διεφϑάρη τὸ γένος, εἰ μὴ ἡ φύσις τι αὐτοῖς αὐτόματον ἐποίησε βοήϑημα. ὑπὸ γὰρ τὴν ἀνατολὴν τοῦ κυνὸς παραδόξως [μηδεμιᾶς] γινομένης νηνεμίας περὶ τοὺς τόπους τοσοῦτο πλῆϑος ἀϑροίζεται κωνώπων, ὑπερέχον δυνάμει τοὺς γνωριζομένους, ὥστε τοὺς μὲν ἀνϑρώπους καταφυγόντας εἰς τὰς ἑλώδεις λίμνας μηδὲν πάσχειν, τοὺς δὲ λέοντας πάντας φεύγειν ἐκ τῶν τόπων, ἅμα μὲν ὑπὸ τοῦ δηγμοῦ κακουχουμένους, ἅμα δὲ τὸν ἀπὸ τῆς φωνῆς ἦχον καταπεπληγμένους. Ἑπόμενοι δὲ τούτοις εἰσὶν οἵ τε Ὑλοφάγοι καὶ οἱ Σπερματοφάγοι καλούμενοι. τούτων δ᾽ οἱ μὲν ὑπὸ τὴν ϑερείαν τὸν πίπτοντα καρπὸν ἀπὸ τῶν δένδρων 2 ἀναπλάσαντες χ. ὄγκους C et Agath. 50, περιπλάσαντες χ. λίϑους DF 14 γένος] ἔϑνος II ἡ add. Dind. 15 τι M, τις ceteri — 16 μηδεμιᾶς delevi γενομένης vulg. 17 νηνεμίας] μυίας AB — 24 ἐχόμενοι libri, corr. Bekker.