Textus Originalis

III 21. 22. 23. 297

III 21. 22. 23. 297

ϑαλάττης ἐκ βυϑοῦ τοὺς ἰχϑῦς συνεκφερομένους διὰ τῶν ϑυρῶν παρεισπίπτειν, ἀναχωρούσης δὲ μὴ δύνασϑαι τοῖς ὑγροῖς συνδιαρρεῖν διὰ τῆς τῶν καλάμων πλοκῆς. διὸ καὶ παρὰ τὸν ὠκεανὸν ἐνίοτε σωροὺς ἰχϑύων σπαιρόντων ὁρᾶν ἔστι γινομένους, οὓς ἀναλεγόμενοι συνεχῶς οἱ πρὸς τούτοις τεταγμένοι δαψιλεῖς ἀπολαύσεις ἔχουσι καὶ μεγάλας προσόδους. ἔνιοι δὲ τῶν περὶ τοὺς τόπους διατριβόντων, πεδιάδος τε καὶ ταπεινῆς τῆς χώρας ὑπαρχούσης, τάφρους ὀρύττουσιν ἀπὸ ϑαλάττης εὐρείας ἐπὶ πολλοὺς σταδίους μέχρι ἰδίων ἐπαύλεων, ῥαβδωτὰς δὲ ϑύρας ἐπ᾽ ἄκρας αὐτὰς ἐπιστήσαντες ἀναβαινούσης μὲν τῆς πλημυρίδος ἀνοίγουσιν, εἰς δὲ τοὐναντίον μεταπιπτούσης κλείουσιν. εἶτα τῆς μὲν ϑαλάττης διὰ τῶν τῆς ϑύρας ἀραιωμάτων ἀπορρεούσης, τῶν δ᾽ ἰχϑύων ἀποληφϑέντων ἐν ταῖς τάφροις, ταμιεύονται καὶ λαμβάνουσιν ὅσους ἂν προαιρῶνται καὶ καϑ᾽ ὃν ἂν χρόνον βούλωνται. Διεληλυϑότες δὲ περὶ τῶν παροικούντων τὴν ἀπὸ τῆς Βαβυλωνίας παράλιον ἕως Ἀραβίου κόλπου, περὶ τῶν ἑξῆς τούτοις ἐϑνῶν διέξιμεν. κατὰ γὰρ τὴν Αἰϑιοπίαν τὴν ὑπὲρ Αἰγύπτου παρὰ τὸν Ἄσαν καλούμενον ποταμὸν παροικεῖ τὸ τῶν Ῥιζοφάγων ἔϑνος. ἐκ γὰρ τῶν πλησιοχώρων τὰς ῥίζας τῶν καλάμων ὀρύττοντες οἱ βάρβαροι πλύνουσι φιλοτίμως: ποιήσαντες δὲ καϑαρὰς κόπτουσι λίϑοις, 4 ὠκεανὸν] καιρὸν D 6 ἐπαιρόντων C 9 τε om. D 11 ῥαβδωτὰς] ῥάβδων F, ῥαβδωτὰς ἐκ ῥάβδων συγκειμένας C, ῥάβδων ϑύρας πεποιηκότες, τὰς D 12 αὐταῖς D 16 ἀπολειφϑέντων D τοῖς cod. 32 Ἄσαν] Ἀσταβάραν Agath. 50.