Textus Originalis
302 DIODORI SICULI
ἢ γὰρ χειρώσασϑαι τὸ ζῷον ἢ τελευτᾶν αὐτὸν λείπεται, τῆς περιστάσεως οὐκ ἐπιδεχομένης ἕτερον ἀποτέλεσμα. τὸ δὲ νευροκοπηϑὲν ζῷον ποτὲ μὲν διὰ τὴν δυσκινησίαν ἀδυνατοῦν στρέφεσϑαι καὶ συνεγκλινόμενον ἐπὶ τὸν πεπονϑότα τόπον πίπτει καὶ τὸν Αἰϑίοπα συναπόλλυσι, ποτὲ δὲ πρὸς πέτραν ἢ δένδρον ἀποϑλῖψαν τὸν ἄνϑρωπον τῷ βάρει πιέζει μέχρι ἂν ἀποκτείνῃ. ἔνιοι δὲ τῶν ἐλεφάντων περιαλγεῖς γινόμενοι τοῦ μὲν ἀμύνεσϑαι τὸν ἐπιβουλεύσαντα μακρὰν ἀφεστήκασι, τὴν δὲ φυγὴν διὰ τοῦ πεδίου ποιοῦνται, μέχρι ἂν οὗ συνεχῶς προβεβηκὼς ὁ τύπτων εἰς τὸν αὐτὸν τόπον τῷ πελέκει διακόψας τὰ νεῦρα ποιήσῃ πάρετον τὸ ζῷον. ὅταν δὲ τὸ ζῷον πέσῃ, συντρέχουσι κατὰ συστήματα, καὶ ζῶντος ἔτι τέμνοντες τὰς σάρκας ἐκ τῶν ὄπισϑεν μερῶν εὐωχοῦνται. ἔνιοι δὲ τῶν πλησίον κατοικούντων χωρὶς κινδύνων ϑηρεύουσι τοὺς ἐλέφαντας τέχνῃ τῆς βίας περιγινόμενοι. εἴωϑε γὰρ τοῦτο τὸ ζῷον, ἐπειδὰν ἀπὸ τῆς νομῆς πληρωϑῇ, πρὸς ὕπνον καταφέρεσϑαι, διαφορὰν ἐχούσης τῆς περὶ αὐτὸ διαϑέσεως πρὸς τὰ λοιπὰ τῶν τετραπόδων: οὐ γὰρ δύναται τοῖς γόνασι πρὸς τὴν γῆν συγκαϑιέναι τὸν ὅλον ὄγκον, ἀλλὰ πρὸς δένδρον ἀνακλιϑὲν ποιεῖται τὴν διὰ τῶν ὕπνων ἀνάπαυσιν. διόπερ τὸ δένδρον διὰ τὴν γινομένην πρὸς αὐτὸ πλεονάκις πρόσκλισιν τοῦ ζῴου τετριμμένον τέ ἐστι καὶ ῥύπου πλῆρες, πρὸς δὲ τούτοις ὁ περὶ αὐτὸ τόπος ἴχνη τε ἔχει καὶ σημεῖα πολλά, δι᾽ ὧν οἱ τὰ τοιαῦτα ἐρευνῶντες 2 γενόμενοι vulg. 11 οὗ] ὅτου CF προσβεβηκὼς vulg. 17 ϑηρεύοντες ... περιγίνονται DF.